Ancient Greek
653.10
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 653.10
Unproofread scanNot analysed yet
Εὐχὴ πιστῶν α', μετὰ τὸ ἀπλωθῆναι τὸ εὐκτήριον. Σὲ, Κύριε, κατέδειξας ἡμῖν τὸ μέγα τοῦτο τῆς σωτηρίας μυστήριον· σὺ κατηξίωσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου γενέσθαι λειτουργγοὺς τοῦ ἁγίου σου θυσιαστηρίου· σὺ ἰχάνωσον ἡμᾶς τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος εἰς τὴν διακονίαν ταύτην, ἵνα ἀκατάκριτοι στάντες ἐνώπιον τῆς ἁγίας δόξης σου προσαγάγωμεν σοὶ θυσίαν αἰνέσεως· σὺ γὰρ εἶ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.