Ancient Greek
653.12 to 653.17
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 653.12-17
Unproofread scanNot analysed yet
Δός, Κύριε, καὶ ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνωμάτων δεκτὴν γενέσθαι τὴν θυσίαν ἡμῶν καὶ εὐπρόσδεκτον ἐνώπιόν σου. Ὁ διάκονος. Ἀντίλαβου, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Σοφία. —Ἐκφωνήσις. Ὅτι πρέπει σοὶ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ διάκονος. Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ἐξέταθε, οἱ κατηχούμενοι τῷ Κυρίῳ. Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεξήθω, ἵνα κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας, ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης, ἐνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Σῶσον, ἐλέησον, ἀντίλαβὸὺ καὶ διαφύλαξον αὐτοὺς τῇ σῇ χάριτι.