Ancient Greek
671.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 671.1
Unproofread scanNot analysed yet
καὶ θηριώδει ὠμότητι τοῦ τῆνιχαῦτα τὴν Ῥωμαίων διέποντος ἄρχην, τοῦ τυράννου Φωκᾶ τοῦ στρατιώτου), φθάσας εἰς Χαλκηδόνα, τίθεται λοιπὸν ἐπ’ αὐτῆς χάρακα, καὶ πάντα τὰ πρὸς πολιορκίαν ταύτης τῆς μεγαλοπόλεως ἐξευτρεπίζει· τοῦτο γὰρ αὐτῷ καὶ βεβούλευτο, καὶ τρόπῳ παντὶ ἐσπουδάζετο. Ταῦτα ὁρῶν ὁ Ἡράκλειος, μετὰ τὴν τυραννησάντα Φωκᾶν ἄρτι τῆς βασιλείας ἐπειλημμένος, σφόδρα περιάλγης καὶ κατωδύνως γεγονώς, λυπῶν τὰ βασιλεῖα, διὰ τοῦ Ἑξείνου πόντου, συναγαγὼν τὰς ἐνι περιούσας τῶν στρατευμάτων δυνάμεις, ἀθρόως οὐδὲν προμαθόντων τῶν ἐν Περσίδι, τῇ χώρᾳ προσβάλλει. Γνοὺς δὲ τὴν ἐκστρατείαν τοῦ βασιλέως ὁ Σκυθὴς Χαγάνος, εὐθὺς ἐχετο ἔργου· καὶ τὴν μὲν θάλασσαν, πλοίων ἐπιλήρου τῶν παρ’ αὐτοῖς, ἅ διὰ τὸ ἐξ ἑνὸς ἐπιμήκους σχεδιάζεσθαι ξύλου, μονόξυλα βιρδάρων φωνῇ προσαγορεύονται, τὴν δὲ γῆν, ἱππέων τε καὶ πεζῶν.