Ancient Greek
671.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 671.2
Unproofread scanNot analysed yet
Ὁ δὲ κατὰ τὴν βασιλῖδα λαβ, ὑπὸ Σεργίου τοῦ τὴν πατριαρχεῖαν ἔχοντος τότε, πολλὰ παρεχαλείτο, καὶ πρὸς τὸ μὴ πίπτειν ἐδιδάσκετο, θαρσεῖτε, τέκνα, λέγοντος· καὶ μᾶλλον εἰς Θεὸν τὰς ἐλπίδας ἡμῶν τῆς σωτηρίας ἀναθώμεθα, καὶ πρὸς αὐτὸν χεῖρας, καὶ δάματα ἐξ ὅλης ψυχῆς αἰρώμεν, καὶ αὐτὸς τὰ περιστοιχίσαντα ἡμᾶς κακὰ λύσει, καὶ πάντα τὰ καθ’ ἡμῶν διωσκδώσει τῶν βαρβάρων βουλεύμασι. Τούτοις θαρρήσας τοῦ Σεργίου τοῖς λόγοις ὁ ἐν τῇ πόλει λαός, ἔμενον πάντες τῇ πίστει νευρούμενοι, τῇ εἰς τὴν ἀρχαντον Θεοτόκον, καὶ τὸν ἐξ αὐτῆς εὐδοκήσαντα διὰ φιλαθρωπίαν τεχθῆναι Χριστὸν καὶ Θεὸν ἡμῶν· καὶ προσεχόμενοι τὸ ἕλεος αὐτοῦ ἰδεῖν ἐπ’ αὐτούς, ἐχαρτόρουν τῇ ἐλπίδι, οὐ μετὰ μικρὸν καὶ ἡξιώθησαν, καὶ τῆς ἐλπίδος καινοῦ οὐκ ἐξέπεσον.