Ancient Greek
693.6 to 695.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 693.6-695.1
Unproofread scanNot analysed yet
Ultimum desinit :Τοῖς δὲ φιλομαθέσι πολλὰ καὶ ἄλλα πολλαχόθεν ἕξεστιν ἐξευρεῖν. Ὅπερ ξένοι χαίρουσι πατρίδα ἐμβλέψαι, οὕτω καὶ οἱ γράφοντες βιβλίου τέλος. ΑΠΟΦΘΕΓΜΑΤΑ Σάβα. —Ὁ ἀγαπῶν τὸν Θεὸν ἀγγελικὸν βίον βιοῖ ἐπὶ τῆς γῆς, νηστεύων, ψάλλων, ἀγρυπνῶν, προσευχόμενος. Εὐθυμίου. —Μισθὸς τῆς ἐγκρατείας ἡ ἀπάθεια· ἡ δὲ ἀπάθεια τίκτει τὴν διάκρισιν· ἡ δὲ πλῆσιον ἄγει Θεῷ. C Παύλου τοῦ Θεβαίου. —Οὐ τὰ βρώματα κακὰ, ἀλλ’ ἡ γαστριμαργία· οὐδὲν γὰρ τῶν τοῦ Θεοῦ κακόν, ἀλλ’ ἡ παράχρησις ἁμαρτία. Ἀντοῦς. —Οὐ δεῖ φοβεῖσθαι τὰς προσβολὰς τῶν δαιμόνων· εὐχὰς γὰρ καὶ νηστείας καὶ τῇ εἰς τὸν Κύριον πίστει πίπτουσι εὐθὺς ἐκεῖνοι. Ἀρσενίου. —Ὁ ξύλα ἐπιστοιχάζων πυρὶ αἴρει ΑΓΙΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ *. A Ἰερεμίου. —Δεῦτε (1) καὶ ἐμβάλωμεν λίθον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ τῆς ζώντων. Ἰδοὺ τὸν οἶκον Ἰούδα ἐκβάλωμεν ἐκ μέσου αὐτῶν. Βασιλείου. —Τοῖς μὲν εὐτελεστέροις καὶ ἀναγκαίοις πρὸς τὸ ζῆν μέχρι τῆς χρείας προσδιατρίψωμεν, καὶ ἐν τούτοις τὸν χόρον ἐκκλίνοντες τὸν δὲ πρὸς ἡδονὴν καθόλου ἀπεχώμεθα. Τοῦ Χρυσοστόμου. —Ἡ εὐτέλεια καὶ ἡ λιτότης ὑγείας μήτηρ ἐστίν, ὅθεν ἰατροὶ (2) Ἀκορίη τροφῆς, ὑγείη, φασίν· εἰ δὲ ἔνδεια μήτηρ ὑγείας, εὐδηλον ὅτι ἡ πλημυνοὴ μήτηρ νόσων ἐστίν. Γρηγορίου τοῦ Θεολόγου. —Κόρος πατὴρ ὀβρεως (3). Μὴ σοὶ γλυκανθῆτω σοι φάρυγξ, οὐ κατασώρεται πᾶν τὸ διδόμενον. B Ἀθανασίου. —Κόρος τῇ σαρκὶ σκιρτήματα ἐμποιεῖ καὶ φρυδάγματα· ἐγκράτεια δὲ αὐτὴν ὀπωπιάζει καὶ δουλαγωγεῖ. Γρηγορίου Νύσσης. —Οὔτε γὰρ ἀθληταῖς ἐν ἀγῶνος καιρῷ λυσίτελης ὁ κόρος· ἐστίν, οὔτε τοῖς ἀσκηταῖς ἀγωνιζομένοις δεῖ. Κυριλλου. —Ἡ ἀληθὴς ἐγκράτεια οὐκ ἀντία ἐστὶ παντελῆς· τοῦτο γὰρ τοῦ σώματος ἐκλύσεις· ἀλλὰ κόρου ἀποφυγή. φλόγα · ὁ δ' ἐμπιπλῶν τὴν γαστέρα τὴν πυρκαϊὰν τῶν παθῶν ἐξανάπτει. Νεῖλου. —Οὐκ ἔστιν ἁμαρτία τὸ πρὸς βραχὺ προσελθεῖν τῇ καθ' ἡμέραν τροφῇ κατὰ καιρόν· χρή δέ, μετὰ τὴν χρείαν τοῦ σώματος, εἰς οὐρανὸν ἀναπέμπειν τὸ φρόνημα.