Ancient Greek
695.11 to 695.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 695.11-8
Unproofread scanNot analysed yet
Τοῦ Στουδίτου. —Τὴν νηστείαν, ὡς φύλακα ἀγνείας καὶ μητέρα ἀπαθείας τιμῶντες, ἀδελφοί, ἐκ πόθου ἀσπασώμεθα. Ἰωσὴφ. —Νηστεία καθαρά μακροσυλὴς ἁμαρτίας, ἀλλοτρίωσις παθῶν, ἀγάπη πρὸς Θεόν, προσευχῆς ἐκκλέια. Θεοφάνους. —Ὁ ὑπωτιασμὸς τοῦ σώματος καὶ ἡ δουλαγωγία ὑπ' οὐδενὸς ἄλλου τοσούτον, ὡς ὑπὸ τῆς ἐγκρατείας, κατορθοῦνται. Τοῦ Γραπτοῦ. —Ἐγκράτεια ἐστὶν ἁμαρτίας ἀναίρεσις, παθῶν ἀλλοτρίωσις, ζωῆς πνευματικῆς ἀρχή. Νικολάου. —Μὴ ἀπταῦ, μοναχέ, ὅτι ἐνὶ σωθῆναι, ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα. Γρηγορίου τοῦ Θαυματουργοῦ. —Νηστεία, καὶ ἀγρυπνία, καὶ κόπος, οὐκ ἐδῶσιν αὔξεν τὴν ἐπιθυμίαν. Γνωμικόν. —Ψυχὴ γὰρ δεὶ ἀνθρωπίνων αἰμάτων διψῶσα, τοῖς τῶν προτεθυμημένων οὐ χορέννυται πτώμασιν. Γνωμικόν. —Πέφυκε γὰρ τὸ ἀνθρώπινον οὐχ οὕτω ταῖς παρελθοῦσαις τιμωρίαις ἀσφαλίζεσθαι, ὡς ταῖς ὁρωμέναις σωφρονίζεσθαι, καὶ τῶν φθασάντων ὑπάρχει βεβαιώσις ἡ τῶν ἐστηκότων συμφώνησις. Γνωμικόν. —Οὐδὲν ἀνδρὸς ἀρετὴν αἰδεῖσθαι καὶ πολέμιος. Ἐφραίμ. —Μέγιστον καλὸν ἡ ἐγκράτεια. Ἡ μὲν ἀδηφαγία καταλύει, ἡ δὲ ἐγκράτεια οἰκοδομεῖ. Ἀθανασίου. —Οὐκ ἔστιν ἡ πρόγνωσις αἰτία τοῦ μέλλοντος ἐσεσθαι, ἀλλὰ τὸ μέλλον ἐσεσθαι αἰτίων ἐστι τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἑπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἑπεται ἡ πρόγνωσις. Παχώμ. —Μοναχὸς ἐστιν ὁ τῶν ψιλικῶν τὸν νοῦν ἀποχωρίσας, δι' ἐγκρατείας, καὶ ἀγάπης, καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ. Ἰωαννικίου. —Κόρος βρωμάτων πορνείας πατήρ· θλίψις δὲ κοιλίας ἀγνείας πρόξενος. Θεοδοσίου τοῦ κοινοβιάρχου. —Τὸ κρατεῖν ὅλης γαστρός, κρατεῖν ἐστι τῶν παθῶν. Τοῦ τῆς Κλίμακος. —Κοιλίας (4) κόρος ἐξήρανεν πηγὰς· αὕτη δὲ ἐηρανθεῖσα ἐγέννησεν ὕδατα. Ἰσιδώρου τοῦ Ἠλουσιώτου. —Μοναχέ, μὴ πέσῃ πρὸ ἐπὶ σὲ τὸ ἐκ τῆς τρυφῆς· καὶ οὐκ ὄψει τὸν ἥλιον τὸν τῆς δικαιοσύνης τὸν ἀδύτον. Μαξίμου. —Νηστεία, καὶ ἀγρυπνία, καὶ προσευχή, καὶ μετάδοσις, φύσει καλά· ἀλλ' ἐὰν διὰ κενοδοξίας γίνωνται, οὐ καλά. Ἰωάννου τοῦ Δαμασκηνοῦ. —Ὦστερ ὑδριστῇ πωλῷ χαλινόν, ἐπενέγκωμεν τῇ σαρκὶ τὴν ἐγκράτειαν.