Ancient Greek
137
Joel, Chronographia Compendiaria 137
Unproofread scanNot analysed yet
«στρατόπεδον εἰρηκέναι μὴ δύνασθαι βασιλεύειν αὐτῶν ὡς ὑπὸ Ἰουλιανοῦ μολυνθέντων. Τότε πάντας μιᾷ φωνῇ ἀποκριθῆναι λέγεται, ὅτι Ἡμεῖς Χριστιανοί ἐσμεν, καὶ οὕτω τὴν βασιλείαν ἐδέξατο. Ἀλλ´ οὗτος ὁ εὐσεβὴς καὶ θουμάσιος μετὰ η μῆνας τῆς αὐτοῦ βασιλείας ἐν τῷ ὑποστρέφειν ἀπὸ τῆς Περσίδος ἐτελεύτησε, μέγα πένθος καταλείψας τῇ Ἐκ. κλησίᾳ καὶ λαοῖς ἅπασιν. Μετὰ δὲ Ἰοβινιανὸν ἐβασίλευσεν Οὐαλεντινιανὸς ἔτη ιβʹ, ὃς, μετὰ λʹ´ ἡμέρας τῆς αὐτοῦ ἀναγορεύσεως τὸν ἑαυτοῦ ἀδελφόν Οὐάλεντα ἐκ Παιονίας μεταπεμψάμενος, κοινωνὸν τῆς βασιλείας προσελάβετο, ὅς τοὺς αἱρετικοὺς συγκροτῶν οὐ διέλιπεν ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους καὶ λαοὺς ἐξορίζων καὶ πλεῖστα ἀθέμιτα καὶ ὠμότατα κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας μηχανωμένῳ,. Ὕστερον δὲ τοῖς Υότθοις πόλεμον συμβαλὼν καὶ κατὰ κράτος ἡττηθεὶς φεύγει σὺν ὀλίγοις εἰς οἴκημα, ἐν ᾠ τοῦτον κατέκαυσαν οἱ πολέμιοι σὺν τοῖς συνοῦσιν αὐτῷ καὶ αὐτῷ οἰκήματι, βασιλεύσαντα ἀνοσίως ἔτη ιδ. Οὐαλεντινιανὸς δὲ ὁνΜέγας ἐκ τῶν μερῶν τῆς Γαὶ λίας ἐλθὼν ἐτελειώθη, κληρονόμους τῆς ἑαυτοῦ βασιλείας καταλιπὼν Γρατιανὸν τὸν υἱὸν αὐτοῦ, Αὔγουστον ὄντα καὶ ἐν Ῥώμῃ διατρίβοντα, καὶ Οὐαλεντινιανὸν νέον κομιδῆ τυγχάνοντα, ὃν ἡ ἀνάγκη τῶν ἐπιχειρούντων τὸν τόπον τῆς βασιλείας ὑφαρπόζειν παρεσκεύασε καὶ ἀπόντος τοῦ ἀδελφοῦ τὸ πορφύραν ἀναδήσασθαι. Ὁ δέ γε Γρατιανὸς τὸν μέγαν Θεοδόσιον ἐξ Ἰσπανίας ἀγαγὼν προεχειρίσατο εἰς βασιλέα, γαμβρὸν, αὐτοῦ ὄντα, πρὸς τὸ πολεμεῖν τοῖς Σκύθαις τὴν Θρᾴκην ληδζομένοις. Ὁ δὲ Γρατιανὸς κατ´ ἐπιβουλὴν Μαξίμου τινὸς δι´ Ἀνδραγαθίου ἀνῃρέθη, καὶ ὑπὸ Θεοδοσίου εἰς τοὺς βασιλικοὺς τάφους μετετέθη. Μετὰ δὲ Γρατιανὸν ἐβασίλευσε Θεοδόσιος ὁ Μέγας ἔτη ιζʹ, ὃς τῷ Θεολόγῳ Γρηγορίῳ τὴν ἐπισκοπὴν ἐκύρωσε Κωνσταντινουπόλεως καὶ μὴ θελήσοντι βιασάμενος, ὡς πολλὰ καμόντι καὶ τῆς πλάνης τῶν αἰρέσεων τὴν πόλιν ἐλευθερώσαντι. Ὀλίγους δὲ τῶν Αἰγυπτίων μαθὼν ὁ θεῖος Γρηγόριος τῶ λόγῳ τούτῳ φθονήσαντας, τὸν Συντακτήριον συνθεὶς τῆς ἐπισκοπικῆς διοικήσεως ὑπεχώρησεν. Ἀντ´ αὐτοῦ δὲ Νεκτάριον προχειρίζεται ὅ τε βασιλεὺς καὶ ἡ σύνοδος, ὅτε καὶ ἡ δευτέρα σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει τῶν ρνʹ ἀγίων Πατέρων κατὰ Μακεδονίου τοῦ πνευματομάχου, ἐπισκόπου γεγονότος Κωνσταντι κυπόλεως. Ἐπὶ δὲ Θεοδοσίου καὶ ἡ τιμία κεφαλὴ τοῦ Ιροδρόμουἐν Κωνσταντινουπόλει διεκομίσθη. Ἐν δὲ τῷ μεταξὺ Οὐαλεντινιανὸς ἐν τοῖς τῆς Δύσεως μέΚρεσι βρόχῳ χρησάμενος τὸ τίλος εὖρε τοῦ βίου, δι´ ἥν αἰτίαν μέχρι τοῦ παρόντε οὐκ ἴσμεν. Ὁ δέ ἔ Θεοδόσιος ἐν μὲν τῇ Ἀνατολῇ τὸν Ἀρκάδιον προσέταξε τὴν παραδοθεῖσαν αὐτῷ βασιλείαν φυλάττειν, Ὁνώριον δὲ τῇ αὐτοῦ τιμήσας ἀξίᾳ ἐπὶ τὴν τῆς Δύσεως βασιλείαν ἐλθεῖν ταχέως προσέταξεν. Ἐλθόντα δὲ αὐτὸν πεοιεπτύξατο καὶ ἐφίλησε, καὶ τὰ τῆς βασιλείας σκῆπτρα τῆς Δύστως παραδτδωώς