Ancient Greek
138
Joel, Chronographia Compendiaria 138
Unproofread scanNot analysed yet
αύτῷ αὐτῷ εἰς τὸν βελτίονα μετέστη βίον, ἐπὶ ι ἐνιαυτοὺς τὴν βασιλείαν εὐτυχῶς διοικήσας. Μετὰ δὲ Θειδόσιον ἐβασίλευσεν Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη κβʹ, ὃς τὸν κίονα τοῦ Ξηρολάφου στήσας ἐν αὐτῷ καθίδρυσε τὸν ἑαυτοῦ ἀνδριάντα, καὶ πόλιν ἐν τῇ Θράκῃ κτίσας ἐπωνόμασεν Ἀρκαδιούπολιν, ὅτε καὶ, Νεκταρίου τελευτήσαντος κοινῇ ψήφῳ Ἀρκάδιος ἐκ τῆς Ἀντιοχέων πόλεως Ἰωάννην τὸν Χρυσόστομον μεταστειλάμενο,] χειροτονηθῆναι παρεδκεύασεν ἐπίσκοπον Κωνσταντινουπόλεως. Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος υἱὸς αὐτοῦ, ὁ καὶ Καλλιγράφος, ἔτη λῤʹ, ὅς τὸν ἐν τοῖς Χαλκοπρατείοις ναὸν ἔκτισε τῆς Θεοτόκου, πρότερον Κἰτα συναγωγὴν Ἰουδαίων. Ἐφ´ οὗ καὶ οἱ ἐν Ἐφέσῳ ἐπτὰ παῖδες οἱ κοιμηθέντες ἐπὶ Δεκίου ἀνέστησαν μετὰ ἔτη τῤʹ. Ὃς πέμψας εἰσήγαγε τὸ λείψανον του Χρυσοστόμου, καὶ ἀπέθετο ἐν τῷ θυσιαστηρίῳ τῶν Ἀγίων Ἀποστόλων, ὅτε καὶ ἡ τρίτη γέγονε σύνρἰος τῶν σʹ´ Πατέρων ἐν Ἐφέσῳ κατὰ Νεστορίου. Ὁ δὲ βασιλεὺς. Θεοδόσιος. μετά τινα χρόνον ἐξῆλθεν ἱππασόμενος, καὶ συμπεσόντος αὐτοῦ τοῦ ἵππου πληγεὶς εἰσῆλθεν ἐν φορείῳ, καὶ καλέσας τὴν ἀδελφὴν αὐτοῦ Γουλχερίαν εἰπεν αὐτῇ περὶ Μαρκιανοῦ τοῦ μετ´ αὐτὸν βασιλεύσαντος· Τοῦτο γάρ μμι, φησὶν, ἀπεκάλυψεν Ἰωάννης ὁ Θεολόγος ἐν Ἐφέσῳ ὄντι· καὶ μετὰ βʹ ἡμέρας ἐτελεύτησεν. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Μαρκιανὸς ἔτη ϛʹ, καὶ μῆνας εʹ, στεφθεὶς ὑπὸ Ἀνατολίου πατριάρχου· τοῦ γὰρ Θεοδοσίου τελευτήσαντος, καὶ μήπω τινὶ τούτου γνωσθέντος, μεταστειλαμένη τοῦτον ἡ Πουλχερία στρατιώτην ὄντα γέροντα, ἐν σωφροσύνῃ καὶ σεμνότητι βίου διαπρέποντα, φησὶ πρὸς αὐτόν· Ἐαειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε ἐξενεξάμην ἐκ πάσης τῆς συγκλήτου ὡς ἐνάρετον, δός μοι λόγον ὁτι φυλάττεις μου τὴν παρθενίαν ἄσυλον, ἣν τῷ Θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε εἰς βασιλέα. Τοῦ δὲ συνθεμένου ταῦτα μεθ´ ἄρκου προσκαλεῖται τὸν πατριάρχην καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐτὸν βασιλέα. Ἐφ´ οὐ καὶ ἡ τετάρτη γέγονε σύνοδος ἐν Χαλκηδόνι τῶν χλ´ Πατέβων κατὰ Εὐτυχοῦς καὶ Διοσκούρου. Ὁ δὲ βασιλεὺς λαρκιανὸς, στεφθεὶς. . . τοὺς πόδας, καὶ ἀῤῥωστήσας, ἐπὶ μῆνας πέντε ἐτελεύτησε Μετὰ δὲ Μαρκιανόν ἐβασίλευσε Λέων ὁ Μέγας ὁ λεγόμενος Μάκελ ἔτη τηʹ, διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ὀρθοδοξίαν προβληθεὶς παρὰ Ἄσπαρος καὶ Ἀρδαθουρίου, οὓς αὐτὸς ὕστερον ἀνεῖλεν ὡς Ἀρειανοὺς καὶ μήτε ὁρθὴν πίστιν ἔχοντας πρὸς αὐτὸν καὶ κακῶς τὰ πράγματα διώκειν βουλομένους. Γράψας δὲ ἐπιστολὴν πρὸς Ἀνθέμιον βασιλέα Ῥώμης καὶ τοῦτο ἔθετο, ὅτι Ἐγὼ ἐφόνευσα Ἄσπαρα καὶ Ἀρδαβούριον, Ἰνα μηδεὶς ἐναντιῶταί μοι. Μάκελ γὰρ λέἈγεται Ῥωμαϊστὶ ὁ σφαγεύς. Ἐφ´ οὖ καὶ ὁ μέγας ἐμπρησμὸς γέγονεν ἀπὸ τοῦ νεωρίου μέχρι τοῦ Ἀγίου Θωμᾶ, Καὶ τῆς Θεοτόκου ἡ ἐσθὴς, εὑρεθεῖσα. ἐν Ἱεροσολύμοις παρά τινι εὐλαβεστάτῃ γυναικὶ