Ancient Greek
146
Joel, Chronographia Compendiaria 146
Unproofread scanNot analysed yet
Τούτου δὲ τῶν τῇδε μεταστάντος ἀντ´ αὐτοῦ χειροτονεῖται Ἀντώνιος ὁ ἐπιλεγόμενος Καυλέας. Ἡ δὲ Αὐγούστα Θεοφανὼ τελευτᾷ βασιλεύσασα ἔτη ιβʹ· κἀντ´ αὐτῆς δὲ στέφει ὁ βασιλεὺς Ζωὴν τὴν θυγατέρα Ταούτζα, καὶ εὐλογεῖται μετ´ αὐτῆς. Ἀντωνίου δὲ τοῦ πατριάρχου τελευτήσαντος χειροτονεῖται Νικόλαος πατριάρχης, μυστικὸς χρηματίσας τοῦ βασιλέως. Οὗ διὰ τὸ μὴ συνθέσθαι τῇ τοῦ βασιλέως πολυγαμίᾳ βίᾳ τοῦ θρόνου καταβιβασθέντος, χειροτονεῖται ἀντ´ αὐτοῦ πατριάρχης Εὐθύμιος σύγκελλος, ὅν φασιν ἐκ θείας ἀποκαλύψεως τοῦτο δέξασθαι ὡς τοῦ βασιλέως βουλευομένου αἴρεσιν καὶ νόμον θεῖναι τοῦ μέχρι τριῶν μὲν ἀνδρῶν, τεσσάρων δὲ γυναικῶν τὸν γάμον γίνεσθαι. Στέφει οὖν ὁ βασιλεὺς [έοντα] τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Κοιλακῷ δὲ νοσήματι περιπεσὼν τελευτᾷ προχειρισάμενος Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφὸν πολλὰ δεηθεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον Ἀλέξανδρος οὖν ἐβασίλευσεν ἔτος αʹ καὶ ἡμέρας κθ´ σὐν Κωνσταντίνῳ υἱῷ Λέοντος· ὃς, ῥομφαίᾳ θετλάτω πληγεὶς, αἱματος πολλοῦ ἔκ τε τῶν ῥινῶν καὶ τῶν αἰδοίων ἐκφερομένου, μετὰ δύο ἡμέρας κακῶς ἐτελεύτησεν, ἐάσας τὴν βασιλείαν Κωνσταντί φ υἱῷ Λέοντος, καὶ ἐπιτρόπους αὐτῷ καταλιπών. Κωνσταντῖνος δὲ ὁ πρῶτος Πορφυρογέννητος, τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος Λέοντος, παῖς ἔτι τυγχάνωνδομον γὰρ ἦν αὐτῷ τῆς ἡλικίας ἔτος] ὑπὸ Ἀλέξανδρον θεῖον αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο, ὑπὸ ἐπιτρόπους τελῶν. Ἐβασίλευσεν οὖν σὐν τῇ μητρὶ αὐτοῦ Ζωῇ τῇ Καρβωνοψίνα ἔτη ζʹ, Κἄμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ, ὢν ἐν ὑποταγῇ, ἔτη κε, μονοκράτωρ ἔτη μʹ. ὡς εἶναι τὰ πάντα τῆς βασιλείας αὐτοῦ ἔτη ξεʹ. Ὃς, τὴν οἰκείαν μητέρα ὡς ἐπιβουλεύουσαν Ῥωμανῷ διὰ πεφαρμαγμένων βρωμάτων φωράσας, ταύτην μὲν τοῦ παλατίου καταβιβάζει, Ῥωμανὸν δὲ τὸν Λεκαπηνὸν τὸν καὶ Ἀβάστακτον τῇ τοῦ Καίσαρος ἀξίᾳ τιμᾷ, εἶτα καὶ τῷ τῆς βασιλείας αὐτὸν στέφει διαδήματι· ὃς, μετ´ οὐ πολὺ τὸν βασιλέα Κωνσταντῖνον διά τινων ἐπιβουλήν αὐτῷ κατασκευάζοντα μαθὼν καὶ προφάσεως λαβόμενος, αὐτὸν μὲν ὑποβιβάζει καὶ δεύτερον καθιστᾷ, ἑαυτὸν δὲ ἄγει εἰς τὸ ἔμπροσθεν· μετὰ ταῦτα δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον τῶ πατρι ἀρχικῷ θρόνῳ ἐγκαθιδούει. Ἐπὶ τῆς αὐτοῦ βασιλείας καὶ τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον ἐξ Ἐδέσης ἐν Κωνσταντινουπόλει ἀνεκομίσθη. Ἀλλ ὑστερον τὸν βασιλέα Ῥωμανὸν οἱ τούτου παῖδες τοῦ παλατίου καταγαγόντες ἐν τῇ Πρώτῃ νήσῳ ἐξώρισαν, ἔνθα καὶ τελευτᾷ. Οὓς πάλιν ὁ τούτου γαμβρὸς Κωνσταντῖνος, μήπως καὶ κατ´ αὐτοῦ τὰ ὅμοια δαπράξωνται λογισάμενος, ἔναρπάστους τοῦ παλατου καταγαγὼν καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις περιορίσας, κληρικοὺς ἀπέκειρε, σὐν αὐτοῖς θοσιΜύσας ἡμέρας μγʹ. Κωνσταντῖνος ὁ τοῦ Λέοντος ὑὸς ὁ πρῶτος Πορφυρογέννητος, τὰ ὕπουλα ἐκ μέσου περιελὼν, καὶ μόνος τὴν αὐτοκράτορα περιζωσάμενός ἀρχὴν τὸ δεύτερον, κατὰ τὸ θεῖον Πάσχα καὶ τῷ