Ancient Greek
147
Joel, Chronographia Compendiaria 147
Unproofread scanNot analysed yet
υἱῷ Ῥωμανῷ περιτίθησι διάδημα, Θεοφυλάκτου τοῦ πατριάρχου τὰς εὐχὰς τελέσαντος. Εὐνούχισε δὲ καὶ Ῥωμανὸν τὸν τοῦ Στεφάνου υἱὸν, ἔτι δὲ καὶ Μασίλειον τὸν ἐκ δούλης Βουλγάρας ἀποτεχθέντα Ῥωμανῷ τῷ γέροντι, Μιχαὴλ δὲ τὸν υἱὸν Χριστο φόρου τοῦ βασιλέως ἀπέκειρε κληρικόν. Θεοφύλακτος δὲ ὁ πατριάρχης ιγʹ μὲν ἐτῶν ὢν ὅτε διάκονος ἐχειροτονή θη, ιϛʹ δὲ ὅτε εἰς τὸν πατριαρχικὸν ἀνε. βιβάσθη θρόνον, ἐπ´ ἔτη κγʹ καὶ ἡμέρας κε´ κνκῶς καὶ ἀναξίως ἀρχιερατεύσας τὸν βίον κατέλιπεν· ἀντ’´ αὐτοῦ δὲ προβάλλεται ὁ μοναχὸς Πολύευκτος. ἐπὶ τῆς τνύτου βασιλείας ἤχθη ἐξ Ἀντιοχείας καὶ ἡ τιμία χοὶρ τοῦ Ἱπποδρόμου καὶ τὸ λείψανον τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου. Οὕτος οὖν ὁ Κωνσταντῖνος, μονοκρατήσας, ὡς ἔφημεν, ἔτη ιεʹ,ς νόσῳ περιπεσών τελευτᾷ. Μετὰ δὲ τὸν Κωνσταντῖνον ἐβασίλευσε Ῥωμανὸς έ τούτου υἱὸς, ὁ λεγόμενος παιδίον, ὃς νόσῳ περιπεσὼν ἐτελεύτησεν ἐτῶν ὑπάρχων κδʹ, βασιλεύσας ἔτη γʹ μῆνας δ´ ἡμέρας εʹ, Μετὰ δὲ τὸν Ῥωμανὸν διαδέχονται τὴν βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανοῖ τῇ μητρὶ, βασιλεύσαντες μῆνας εʹ σὺν Ἰωσὴφ τῷ Βρίγγᾳ τότε παραδυναστεύοντι. Μετὰ δὲ τούτους Νικηφόρος ὁ Φωκᾶς βασιλεύει, στεφθείς παρὰ Πολυεύκτου τοῦ πατριάρχου. Εἶτα καὶ τὴν Θεοφανὼ νόμιμον γαμετὴν ἄγεται. Ὃς καὶ μέρος τι τοῦ ἱματίου τοῦ Βαπτιστοῦ Ἰωάννου εἰσήγαγεν ἐν τῇ πόλει, ὅπερ εὐρεν ἐν Βεῤῥοίᾳ. 1γαγε δὲ καὶ τὸν κέρα ιον τὸν ἔχοντα τὸ ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χριστο καὶ Θεοῦ ἡμῶν, ὃν εὖρεν ἐν Ἰραπόλει, ταύτην πεπορθηκὼς, καὶ τῶν τριχῶν τοῦ Β πτιστοῦ Ἰωάννου βόστρυχον ἕνα πεπιλημένον αἴματι. Οὕτος, βισιλεύσας ἔτη ϛʹ. φονεύεται ἐν τῷ παλατίῳ βουλῇ τῆς βασιλίσσης Θεοφανοῦς παρὰ τοῦ Τζιμισκῆ καὶ τῶν αὐτοῦ σνωμοτῶν. ἀΙετὰ δὲ τοῦτον βασιλεύει Ἰωάνοης ὁ Τζμισκῆς, συμβασιλεύοντας ἔχων αὐτῷ Βασίλειον καὶ Κωνσταντιν· ν τοὺς υἱοὺς Ῥωμανοῦ. Ἄνεται δὲ γυναῖκα οθώραν τὴν ἀδελφὴν Ἡωμανοῦ, θυγατέρα δὲ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου. Στέφεται δὲ τῳ τῆς βασιλείας διαδήματι παρὰ Πολυεύκτου πατριέρχου, πρότερον αὐτῷ πεισθεὶς καὶ τοὺς Νικηφόρου αλ. όχειρας ἐκ μέσου ποιήσας, καὶ τὴν Θεοφανὼ τοῦ παλατίου καταβιβάσας καὶ ἐξορίσας, καὶ τὸν τόμον διαῤῥήξας ὃν ἐπὶ συγχύσει τῶν ἐκκλησιαστικῶν ὁ Φωκᾶς Νικηφόρος ἐξξθετο. Μετὰ δὲ τὴν τούτου ἀναγόρευσιν λεʹ μόνας ἡμέρας ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν ζωὴν, καὶ προχειρίζεται ἀντ´ αὐτοῦ πατριάρχης Βλασίλειος ὁ Σκαμανδρηνός ὄς ἐπ´ αἰτίαις τισὶ διαβληθ-λς συνοδικῶς καθῃρέθη. Προεβλήθη δὲ ἀντ´ αὐτοῦ Ἀντώνιος ὁ Στουδίτης. Ῥ δὲ Τζωιισκῆς βασιλεύσας ἔτη ϛʹ´ καὶ ἡμέρας κʹ, φαρμάκῳ κατεργασθεὶς παρὰ Βασιλείου τοῦ παρακοιμωμένου, θνήσκει διαδόχους καταλιπὼν βασιλέων καὶ Κωνσταντῖνον τοὺς παῖδας Ἡωμανοῦ, Μετὰ οὖν τὸν Τσιμισκῆν κρατ ῦσι τῆς ῥασιλείας· Λασίλειος καὶ Κωνσταντῖνος ὁ Πορφυρογένοητος ἕτη γʹ, ὡν ὁ μὲν Βεσίλε ος τὸν κʹ ἤνυε τῆς ἡλικίας,