Ancient Greek
504
Josephus Genesius, Βασιλεῖαι 504
Unproofread scanNot analysed yet
μενον ,ᾧ κατ´ ἔτος χρυσοῦ δωρεὰν κατά τινα προθεσμίαν ἐδαψιλεύετο· τὴν δὲ γαμετὴν καὶ τὰ τέκνα τούτου διέστησεν, ἐξ ὧν τὸν Ἰγνάτιον εὐνουχίᾳ κατέκρινεν. Ἀς δὲ τῶν βασιλείας ἡνιῶν ὁ Λέων ἐδράξατο, τὰ μεμνημένα Βαρδανίῳ τῷ πατρικίῳ, ᾧ Τοῦρκος ἐπίκλησις, περὶ αὐτοῦ εἰς φῶς διανέκυπτεν. Οὗτος γοῦν ὁ Βαρδάνιος, ὅτε τοῦ τῆς Ἀνατολῆς ἡγεῖτο θέματος, βασιλειῶν ἄγαν διὰ φροντί. δος ἐν ἑαυτῷ εἶχεν ἐπίθεσιν ὥστε τῆς βασιλείας ἐπιλαμβάνεσθαι· ὅθεν ταύτην μοναχῷ τῶν ἐπειλημμένων προγνώσεως περιεσκεμμένως ποοσανετί. θει, τὴν διατριβήν ποιουμένῳ πρός τινα χῶρον τοῦ Φιλομηλίου, συνίστορα τοῦ τοιούτου βουλεύματος κεκτημένος τὸν Λέοντα, ἄνδρα πολλοῖς ἐμπρέψαντα γενναιότητος προτερήμασιν, ἀνδρικὸν τὴν ὄψιν καὶ βλοσυρωπὸν τὸ κατάστημα, μεσήλικα καὶ εὐάμιλλον, ἐκτραφέντα τε τοῦ αὐτοῦ θέματος ἐπί τινι τόπῳ Πίδρᾳ προσονομαζομένῳ, σὺν αὐτῷ δὲ καὶ Μιχαὴλ τὸν ἐξ Ἀμορίου τυγχάνοντα, ᾧ τὸ τῆς γλώττης παράσημον ἐγεγένητο, μεθ´ ὡν καὶ Θωμᾶν τὸν ἀπὸ λίμνης Γαζουροῦ, καὶ αὐτὸν ἐξ Ἀρμενίων τὸ γένος κατάγοντα, ἂλλὰ μὴν καὶ ἀνδρεῖον καὶ πολυπραγμονέστατον. Τοῦ οὖν Βαρδανίου προσιόντος γε τῷ μονάζοντι, πάντα πρὸς αὐτοῦ τὰ τῆς διανοίας ἀνακαλύπτεσθαι βουλήματα λέγεται, καὶ τοσοῦτον ὥστε προαγγελθῆναι αὐτῷ καὶ τὴν περιουσίας ἀφαίρεσιν καὶ τὴν ὀφθαλμῶν πήρωσιν. Τούτου δὲ ἐπὶ τοῖς προρηθεῖσιν ὡς οὐ θυμήρεσιν ἐπασχάλλοντος, ὅμως τὰ συνήθη τῆς εὐχῆς ἀπολειψαμένου?, τὰ τῆς ὑποχωρήσεως αὐτῷ παρευτρέπιστο. ΙΙροσκομισαμένων δὲ τῶν ἐξυπηρετουμένων ἵππους αὐτῷ, τούτους ὁ μοναχὸς ἀπιδὼν μετὰ πλείστης ἐπείξεως ὑπονοστεῖν παραινεῖ τὸν Βαρδάνιον. Τῷ δὲ μετὰ περιχαρίας ἀνακάμψαντι, ὡς προσδοκῶντι τῶν καταθυμίων αὐτῷ τι ρὶωνισθῆναι, τοὐναντίον αὐτοῦ τῶν ἐλπίδων πάλιν φησὶν ὁ θεοπρόπος ἀνήρ· «Μηδέν σοι περὶ τοῦ σκαιωρήματος, ὃ τῇ σῇ διανοίᾳ καλῶς μὴ ἐν