Ancient Greek
505
Josephus Genesius, Βασιλεῖαι 505
Unproofread scanNot analysed yet
ίσκηψε, πεφροντισμένον ἔστω. Τῶν γὰρ σῶν, ὡς ἔφθην εἰπών σοι, ὀμμάτων καὶ τῆς ὑπάρξεως ὑποστήσῃ τὴν ἀλλοτρίωσιν· οἱ δὲ τοὺς ἴππους σοι πρὸς ὑπηρεσίαν ἐπικομίσαντες ἄνδρες, τούτων ὁ ποῶτος καὶ ὁ μετ´ αὐτὸν διαδηματοφορήσει, καὶ δ τρίτος ἐπιτυχὼν ἀναῤῥήσεως ταχέως θανάτῳ καταστραφήσεται. »Ὁ οὖν Βαρδάνιος πρὸς ταῦτα χαλεπῶς ἀνοιμώξας τὰ τοῦ λογιστοῦ αὐτοῦ τῷ τε Λέοντι καὶ Μιχαήλ καὶ Θωμᾷ, τοῖς ὑπὸ χεῖρα τούτῳ, μετὰ καί τινος ἐπὶ τοῦ μοναχοῦ ὑβριστικῆς προσοχθήσεως παρεδήλου, φάσκων τοιάδε· «Σὺ μὲν, ὦ Λέων, βασιλεύσας καὶ Θωμᾷ ἀναῤῥηθεὶς παρὰ Μιχαήλ φονευθήσεσθε, αὐτοῦ γε διαφυλανθησοιένο. . ἐν τῇ βασιλείᾳ πάντως ἀπήμονος.» Ἐντεῦθεν Βαρδάνιος κατὰ ψυχὴν χαλεπήνας καὶ εἰς τὸ ἐγκεχειρισμένον αὐτῷ θέμα ἐπανιὼν σὺν τοῖς πʹ αὐτῷ στρατοπέδοις καί τιστν ἄλλοις ὁμόφροσι τῆς ἀλαζονείας αὐτοῦ κατὰ τοῦ τηνικαῦτα Νικηφόρου βασιλέως ματαιοφρόνως ἐν Βιθυνίᾳ στρατοπεδεύεται. Περὶ τούτων ὁ βασιλεὺς διακηκοὼς καὶ συνθεὶς στρατιὰν ἀξιόλογον αὐτῷ ἐπαφίησιν. Ὁ δὲ τῇ ἐκστρατείᾳ καταπλαγεὶς, ὑποκλινὴς τῷ βασιλεῖ γίνεται ἐξαιτῶν ἐγγύην ἀφέσεως, καὶ δὴ ταύτης ἀξιοῦται ῥᾳδίως τῷ σταυρικῷ συμβόλῳ τὸ ἀσφαλὲς ἐν εγκάμενος, καὶ πειθαρχεῖ ἑαυτὸν κατακρίνων τῷ δράματι παραπεμφθῆναι ἐν νήσῳ τῇ Πρώτη εἰς πὸν παρ´ αὐτοῦ ἐκεῖσε φιλοπονηθέντα ἀγρόν. Οθπω δὲ πολλοῦ χρόνου διεληλυθότος, τῶν ἐκ Λυκαονίας τινὲς, εἴτε ἀπαυθαδιαζόμενοι, εἴτε βασιλείῳ συνευδοκήσει, εἴτε καὶ αὐτῷ τῷ βασιλεῖ Νικηφόρῳ ἀρέσαι βουλόμενοι, τῷ Βαρδανίῳ αἰφνιδίως ἐπιτίθενται καὶ πηροῦσιν αὐτοῦ τοὺς ὁφθαλμοὺς, καὶ τῇ ἐκκλησίᾳ προσήεσαν ἀξιοῦντες συγχώρηἄιν (. Ὁπηνίκα δὲ τὰ τῆς στάσεως παρὰ τοῦ Βαρδανίου ἐπεφυσίωτο, Λέων ὁ ἐξ Ἀρμενίων καὶ Ἀσαυρίων τῷ βασιλεῖ προσεῤῥύη, εἶτα καὶ Μιχαὴλ ὁ ἐξ Ἀμορίου. ὧν ὁ μὲν τὴν τῶν φοιδεράτων, ὁ δὲ τὴν κόμητος κόρτης ἀρχὴν ἐγχειρίζεταιΘωμᾶς δὲ καὶ μέχρι κινδύνων τῷ ἰδίῳ δεσπότῃ ἀφοσιοῖ τὰ τῆς πίστεως. Προῖόντος δέ τινος χρόνου,, Δέων χρηματίσας τῶν Ἀνατολικῶν ὑποστράτηγος, κατὰ τῶν Ἰσμαηλιτῶν μεγάλως ἀνδραγαθίζεται, καὶ πρὸς τοῦ βασιλέως Μχαὴλ τοῦ μετὰ Σταυράκιον τιμᾶται τῷ τῶν πατρικίων μεγαλοπρεπεῖ ἀξιώματι. Οτος δὲ Μιχαὴλ παιδίσκην ἐκέκτητο κατοικίδιον, καθ´ ἣν Πύθωνος πνεῦμα ἐπί τινας περιτροπὰς