Ancient Greek
508
Josephus Genesius, Βασιλεῖαι 508
Unproofread scanNot analysed yet
προσκυνήσει τῶν σεβασμίων εἰκόνων κρυφίως ἀντικαθίστατο Θεασάμενος δὲ τὸν παρὰ βασιλέως ἀπ´εσταλμένον ἀπόπεμπτον ἐποιεῖτο, τὸν πέμψαντα κοινὰς ἀπεοικότα τῇ ἀλουργίδι, ὡς εἰδώλοις προσανέχοντα, παῖς παρά τῆς σεβαστῆς Εἰρήνης σεβομέναις εἰκόσι καὶ Ταρασίου τοῦ ἀοιδίμου πα τριάρχου, Παρδὼ[ ταύτην καὶ Θυάδα καὶ ΤαΚράξιον τὸν ἀρχιερέα τοῦ Θεοῦ ἀφρόνως ἐξυβρίζων ὁ ἄθλιος· ἀνθ´ ὧν καταστρέψαι Κύριον τὴν αὐτοῦ βασιλείαν καὶ ἐπιστέλλων προήγγειλεν, εἴπερ ταύτας οὐ καταστρέψειεν. Ταύτοις καταβρρντηθείς ὁ παραπλὴξ βασιλεὺς μετακαλεῖται Θεόδοτον καὶ παραδείκνυσιν αὐτῷ τὰ ἐπεσταλμένα παρὰ τοῦ μονάζοντος. Τότε δὴ, τότε ὁ Θεόδοτος δραξάμενος γοῦ τοιούτου σκοποῦ καὶ ἀναθαῤῥήσας λέγει τῷ βασιλεῖ τῷ κακῷ κακὸν ἐπιπλερνάζων, παρά τινος μοναστοῦ διενεργεῖσθαι παράδοξα, τὴν οἴκησιν κεκτημένου ἐν τοῖς τοῦ Μαυριανοῦ, οἷς γειτνιάζειν τὸν Δαγιστέα διεσαφήνιζεν, ἕτερον τοῦτον ἐπι φημίζων μέγαν Ἀντώνιον· «Καὶ ὅπερ ἐρεῖν τῇ σῆ βασιλείᾳ προέλοιτο, τοῦτο καὶ διαπράξασθαι προθυμήθητι. »Ταῦτα σκαιῶς οὕτως τῷ βασιλεῖ ὑποθέμενος ἄπεισι πρὸς τὸν μοναστὴν καὶ πεπλαστουημένως τάδε φησὶν, ὡς «Τῇ ἐπιούσῃ νυκτὶ, ὥρᾳ διωρισμένῃ, τὸν βασιλέα ἐν εὐτελεῖ καταστήματι προσοίσω σοι διηγησόμενον περί τε πίστεως καί τινων πραγμάτων ἀξιολόγων· ὅν ἐπαρᾶσθαι καὶ τάχιον τοῦ βίου παρελθεῖν ἐξειπεῖν σοι βουλεύομαι, εἰ μήπω Λέοντος τοῦ Ἰσαυρίαθενδ ὡρμημένου στοιχειοῖτο τῷ δόγματι, καὶ ὡς εγε τοῦτο παραφυλάξοιτο, ἐν δυσὶν ἔτεσι καὶ οʹ τῆς βασιλείας ἐνδυναστεύων ἐλάσειεν·» ὡς ὀῆθεν τῇ φιλοζωΐᾳ καὶ φιλοδοξίᾳ τοῦτον πρὸς το οἰκεῖον. θηράσασθαι θέλημα· ταύταις γὰο ἐφετικῷς ἐκεκράτητο, καὶ μάλιστά γε νεότητι κουφιζόμενος.