Ancient Greek
509
Josephus Genesius, Βασιλεῖαι 509
Unproofread scanNot analysed yet
Ταῦτα παρά τε Θεοδότου καὶ τοῦ ἐν Μαυριανοῖς ἠμαυρωμένου μονάζοντος διεσκεμμένως τῷ βασιλεῖ κατεσκεύαστο, οἷάπερ αἱρεσιάρχαις ὑπάρχουσιν. Εἰσιὼν οὖν ὁ βασιλεὺς μετὰ τοῦ Κασσιτερᾶ πρὸς τὸν μοναχὸν καί τινας λόγους εἰς αὐτὸν προοιμιασάμενος ἀποῤῥαπίζεται παρ´ αὐτοῦ, ὡς προεγνωκότος τὸ αὐτοῦ πρόσχημα, οὕτω λέγοντος, μὴ «δεῖν ἐν λδιωτικῇ καταστάσει βασιλέα σε ὄντα οὐτωσὶ ὑποκρίνεσθαι καὶ ἀγνοεῖσθαί πως οἴεσθαι.» Δι´ ὧνπερ καταπλαγεὶς ὁ βασιλεὺς τῆς μηχανοραφηθείσης προβγμασφφβοοσσσοσάνσνωσσος ἐστηλίτευτο Δι´ ὃ τῶν σεβασμίων εἰκόνων ἐκ βασιλέως καθαίρεσις θριαμβεύεται. Πρὸς ἣν καὶ τὸν ἀρχιερέα Νικηφόρον ὑποσημήνασθαι κατηνάγκαζεν, καὶ μηδαμῶς πειθαρχήσαντα ἀλογίστως εὐθύνει ἐξόριστον τινι τὸ διάδημα περιτιθέντι κατὰ τὴν τοῦ Λέοντος κεφαλὴν ἐδόκει ὡς ἀκανθῶν καὶ τριβόλων προστρίψεσιν ὀδύνης ἐπαίσθεσθαι [. Ἀπαγομένῳ δὲ αὐτῷ ὁ ὁμολογητὴς Θεοφάνης ὁ Ἀγρόθεν κατά τινα τῶν αἰγιαλῶν ἥνωτο ἀπονέμων σεβασμεβτητας κηροῖς τε ἅμα καὶ θυμιάμασιν, κἀκεῖθεν εὐλογίας ἀντιλαμβάνων ταυτὸ δὴ τοῦτο τοῖς αὐτοῦ φοιτηταῖς, ἐπεὶ τάδ´ ἀκηκόασι, ποιεῖν προσετίθετο τῆς Προποντίδος ἀπαίροντι. Οὓς ὁ πατριάρχης ἰδὼν καὶ τὸν ἑαυτοῦ αὐχένα συγκύψας τάς τε χεῖρας μετεωρίσας ἀνεκαλεῖτο ἐσχάτῃ τῇ προσκυνήσει τὰς εὐπροσδέκτους ἐντεύξεις τοῦ πανευσεβοῦς Θεοφάνους. Περὶ οὗ οἱ συμπαρόντες ἠρεύνουν, ὅτεπερ τὰς χεῖρας ἦρε μεταρσίους, «Ὦ δέσποτα, πρὸς τίνα ἐπιτρεπτικῶς ἑαυτοῦ διενενόησο ἐπὶ μακρῷ ἀσπασμὸν ἐπαφεῖναι τὸν ὕστατον;» Ὁ δέ φησι· «Τῷ ὁσίῳ Πατρὶ καὶ ὁμολογητῇ Θεοφάνει μονάστῃ τοῦ Ἀγροῦ, τῷ λαμπάσι καὶ λιβανωτοῖς ἡμᾶς δεξιωσαμένῳ.» Καὶ τὸ προφητευθὲν εἰς πρᾶξιν ἐξῄει· οὐ μετὰ πολὺ γὰρ αὐτὸς μετὰ πολλῶν ἄλλων ἀφορισθεὶς τῆς Ἐκκλησίας σὺν ἀπείροις κακώσεσι τὸν τῆς ὁμολογίας ἐταινιώσατο στέφανον, τὸν πατριάρχην μηκέτι κατὰ τὸ προῤῥηΟὲν