Ancient Greek
512
Josephus Genesius, Βασιλεῖαι 512
Unproofread scanNot analysed yet
· ὃς ταύτην πολυτρόπως ἀποσεισάμενος ἐκπέμπεται παρὰ βασιλέως διακυβερνᾶν τὸ ἐν αὐτῷ στρατολόγημα. Ὅν βασκαίνων, καθάπερ τινὲς ἔφασκον, θανατῶσαι βεβούλητο, εἰ μὴ Θεὸς, οἷς τρόποις εὐδόκει, παραδόξως φυλάξας τῇ βασιλείᾳ τοῦτον ἀφώρισεν. Εἰ καὶ τοῦτό τινες ἐξειλήφασιν, ὄτι τῷ Μιχαὴλ παρῆν καὶ τολμηρία γλώσσης μείζων τῆς κατὰ γενναιότητα πάντη θρασύτητος, λαλούσης παράσημα καὶ ἀπειλοίσης τῷ κρατοῦντι ὅλως καθαίρεσιν, αὐτοῦ τε τὴν γαμετὴν ἀνοσίοις γάμοις ἐγκαθυβρίσαι. Ἐνηχεῖτο τούτοις ὁ Αέων, καὶ τὸ μὲν πρῶτον ἐπειρᾶτο εὐμηχάνως κατευνάσαι ῥοπὴν δει γὰρ αὐτὸν γλωσσηματίαν καὶ αἴσχιστον, κἂν ἀνδρεῖον ἐνόμιζεν), ἀλλ´ οὐ πείθει τοῖς λόγοις ἢ παραινῶν πάντως ἢ ἐμβριμώμενος· εἴχετο γὰρ ὡσαύτως ὁ Μιχαὴλ τῆς τοιαύτης αἰσχροτολμίας. καθίστησι τοίνυν ὁ βασιλεὺς ἀκροατὰς τῶν αὐτοῦ τολμημάτων, τὸ μὲν δῆθεν καταπιέζων αὐτὸν τοῦ ο θράσους καὶ γλωσσαλγίας, τὸ δὲ καὶ ὠτακουστεῖν τὰ περὶ τοῦτον αἱρούμενος. Ἡν γὰρ καὶ τῷ Ἐξαβουλλίῳ περιεσκεμμένως εἰσηγησάμενος, ἅτε νουνεχεῖ ντι καὶ πολυπείρῳ ἀνδρὶ, πρὸς δὲ καὶ γνωστῷ αὐτοῦ των οἰκείων, μὴ παραχωρεῖν αὐτῷ ἀθυροστομεῖν σπεύδοντι, ἀλλὰ σιωπὴν ἄγειν, ἐξ ἀναγκαίου τῶν κατὰ βασλέως ἄγαν οὐλαβουμένῳ. Ἀλλὰ ταῦτα μὲν οὐδὲν αὐτῷ πρὸς καταρτισμὸν διενήργητο, ἐξ ἀπαιδευσίας ἀκρατῶς φερομένῳ· ἐπεὶ δὲ ἅπαξ καὶ ἄις καὶ πολλάκις περὶ αὐτῶν ἐδηλοῦτο τῷ βασιλεῖ, αὐτὸς δὲ δυσίατος ἢ ἀνίατος εὕρητο, διὰ χειρογράφου κατεγγυᾶται τὸν Ἐξαβούλλιον ὡς μηδὲν αὐτοῦ τὸ παράπαν τοῦ λοιποῦ διαπαρασιωπῆσαι τῶν ληρημάτων, ἀλλὰ πάντα προῦπτα θέσθαι ἑαυτῷ. Ὡς δὲ οὐκ ἐνεδίδου γλωσσηματίζων ὁ ἀλαζὼν, αὐτίκα οῦτον κατάδηλον τίθησι βασιλεῖ τῆς αὐτῇς ἀναιδείας μεταποιούμενον. Καὶ δὴ ῥητῇ ἡμέρα τῶν πρὸ τῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως, εἰς τοὐμφανὲς τῶν κατ´ αὐτοῦ κινουμένων οἱ ἔλεγχοι παρεισέθεον, περὶ τὸν τῶν ἀσηκρητίων χῶρον τοῦ βασιλέως τὰ ἐπὶ τούτῳ κατὰ δοκιμααίαν πολλὴν ἀνετάζοντος. Οὐκοῦν ἐλέγχεται κιχαὴλ τυραννίδα, κατατίθεται φανερῶς ἐναργείᾳ τῶν κατηγόρων νυττόμενος, καί τισι τῶν