Ancient Greek
513
Josephus Genesius, Βασιλεῖαι 513
Unproofread scanNot analysed yet
πασπιστῶν ὁ βασιλεὺς ἐγκελεύεται αὐτὸν ταῖν χεροῖν λαβέσθαι καὶ ἀπαγαγεῖν εἰς τὸ τοῦ παλατίου λουτρὸν, πιθήκιόν τε δεσμῆσαι, ἐνεῖραί τε πρὸς κοντὸν καὶ τῷ καμινιαίῳ πυρὶ παρατιθέναι ἀνάλωμα Τοῦ δὲ βασιλικοῦ διατάγματος οὕτω προβιβασθέντος, θεάσασθαι τὸ τελεσθησόμενον προτεθύμητο βασιλεύς. Συνηντήκει δὲ αὐτῷ ἡ Αὐγοῦστα Θεοδοσία ἀσάμβαλος, τὸ τοῦ Ἀρσαβὴρ πατρικίου καὶ κοιαίστωρος θυγάτριον, τοῦ βασιλέως κατηγορῆσον μιαιφονίαν καὶ βαρβαρότητα, καὶ μηδ´ ὅλως πρὸς τοῦ Θεοῦ δέος τοῦτον ἔχειν ἐγκάρδιον, καὶ κατὰ μηδὲν ἠρυθριακότα ἡμέραν τὴν ἑορτάσιμον, καθ´ ἦν κεχραμένας τὰς χεῖρας ᾑρῆσθαι τὴν θείαν κοινωνίαν εἰσδέξασθαι συλβουλευσόιαενόν πε τὸι ΜΔ. χαὴλ τηρηθῆναι κατάκλειστον, εἶθ´ οὕτως τὰ κατ´ αὐτὸν πλείονος τυχεῖν ἀνετάσεως, καὶ τοὺς κεκοιν· · νηκότας αὐτῷ τοῦ συνθήματος, καὶ τηνικαῦτα τιμωρίαις ὑπάγεσθαι. Τῶν οὖν τοιούτων λόγων ἐπησθηκένος ὁ βασιλεὺς προσέταξε τὸν ὑπεύθυνον ἐλευθεριάσαι τῆς αὐθώρου ὑπεξελεύσεως, καὶ τοιαῦτα τῆ γαμετῇ προσφωνεῖ· «Ὦ γύναι, τὴν μὲν ἐμὴν ψυχὴν τῆς ἐκεῖθεν σήμερον δίκης ἀπήλλαξας, καὶ τῆς ζωῆς με συντόμως ἴσως στερήσεις· σὺ δὲ καὶ τὰ τέκνα ἡμῶν θεάσεσθε τὸ ἀποβησόμενον» Καὶ ἐν τούτῳ τὸ μέλλον ἀπέφησεν. Ἢν γὰρ αὐτῷ ἔκ τινος συμβολικῆς βίβλου ὁ ἀναιρέσιμος χρόνος μεμυημένος, αἰνιγματιζούσης μεταξὺ τοῦ τε χ καὶ φ τῶν στοιχείων τὴν κατακλεῖδα λέοντος θηρὸς ξίφει διαπερονηθεῖσαν, ἤτοι μεταξὺ Χριστοῦ τῆς γεννήσεως καὶ τῶν Φώτων αὐτὸν ἀναιρεθῆναι τὸν Θηριάτροπον Λέοντα· οὐ μὴν ἀλλὰ καὶ κλῆσις τοῦ ἀναιρήσοντος ἐκ θεοπέμπτου ὀνείρατοσωράκει γοῦπρὸ μικροῦ τὸν πατριάρχην Ταράσιον δυσφημοῦντα μετὰ παῤῥησίας τῆς κακίας αὐτοῦ τὰ ἐπίχειρα, πρός τινά τε Μιχαὴλ αὐστηρῶς παρακελευόμενον ἀναλῶσαι αὐτὸν, ὃς τῷ προστάττοντι εὐπειθήσας γε ἔπληξεν, ἡμιθανῆ τε κρημνίσας κατέλιπεν. Ἔέυπνος δὴ γεγονὼς καὶ πολλῷ συσχεθεὶς δείματ-· τὸ ὁραθὲν τῇ ἰδίᾳ γαμετῇ παρεδήλωσεν),, ὡσαύτως δὲ καὶ ἐκ τοῦ ῥηθέντος αὐτῷ διὰ τοῦ πατρικίου Βαρδανίου παρὰ τοῦ ἐν τῷ Φιλομηλίῳ μονάζοντος, ἔκ τε τῆς μεταμφιάσεως καὶ ἐπιβάσεως τῶν ἐσθήτων.