Ancient Greek
527
Josephus Genesius, Βασιλεῖαι 527
Unproofread scanNot analysed yet
οἷός τε γεγονὼς, ἀλλὰ τῶν ἐναντίων μὴ ἐνεγκὼν τὴν ὁρμὴν, ὡς εἶχε τάχους, χρῆται φυγῇ καὶ πρὸς τὴν Ἀρκαδιούπολιν σύν τισι τῶν ἐαυτοῦ διασώζεται. Ὁμολογήσαντας δὲ αὐτῷ τοὺς πλείστους τῶν στασιωτῶν ὁ βασιλεὺς εἰληφώς ἐπέρχεται τῇ πόλει αὐτῇ καθ´ ἢν ὁ τύραννος διεσώζετο, χάρακά τε περιβάλλει αὐτῇ καρτερὸν κύκλω. Ὀλιγίστους δὲ ὁ ἀποστάτης ἔχων ἕνδον τῆς πόλεως ἱππότας, πολλάκις, ὅτε δὴ πεφυρμένους διήθρει Σ τοὺς ἐναντίους, ἠφίει κατ´ αὐτῶν τούτους· ἀλλ´ οὖν καὶ καὶ ταύτῃ μᾶλλον ἐπάνθανον ἢ ἔδρων οἱ δείλαιοι . Ὃ δέ γε βασιλεὺς ἐλέπολιν μὲν οὐ προσῆγε τῇ πόλει, φειδοῖ μήτε τινὰ τοῦ λοιποῦ τῶν ὁμοδόξων ξίφεσιν ἀναιρεῖσθαι, μήτε μὴν δειχθῆναι τοῖς Σκύθαις ὡς δυνατὸν μηχαναῖς τὰς ὑπὸ Ῥωμαίων ἀλῶναι πόλεις· λιμῷ δὲ καὶ προσεὸρείᾳ περιγενέσθαι τοῦ τυράννου διέγνω. Καὶ δῆτα πολλοῦ χρόνου διαδραμόντος τοσοῦτον ἐνδεῖται τῶν πρὸς τὸ ζῇν ὁ τύραννος ἀναγκαίων, ὥστε πρῶτον μὴν πᾶσαν ἄχρηστον ἡλικίαν καὶ φύσιν ἐκκενοῖ τῆς πόλεως, εἰτα τῶν ἴππων αὐτῶν διὰ τὴν λιμὸν ἀποφθαρέντων, τῶν κρεῶν αὐτῶν, καὶ ταῦτα ὀδωδότων, γεύσασθαι πείθει· προῆλθον δὲ εἰς τὸ κώδιά τε καὶ τἄλλα σκύτη φαγεῖν. Καὶ τέλος οἱ μὲν αὐτῶν διὰ τῶν πυλῶν λανθάνοντες, οἱ δὲ καὶ διὰ τῶν τειχῶν καθάπτοντες κάλους, ἄλλοι δὲ καὶ καὐτοὺς ῥιπτοῦντες κατὰ τὸ ἔδαφος καὶ τὰ μέλη συνθλώμενοι, ἀνωμολόγουν τῷ βασιλεῖ, καὶ συγγνώμης τυγχάνοντες καὶ ἀδείας Ἀναστασίῳ τῷ ψευδωνύμῳ τοῦ τυράννου συνήπτοντο υἱῷ, τοῦ Ὡύζῃς ἐπειλημμένῳ πολίσματος, ἐκ τούτου ἐν αὐτοῖς διαπολεμεῖν τῷ βασιλεῖ ᾑρημένῳ, ἵνα δὴ παράσχοι τῷ ἀποστάτῃ ἐν τῷ μάχεσθαι ῥαστώνην φυγῆς. Εἰς δὲ λόγους ὁ βασιλεὺς τοῖς ἐν τῇ πόλει ἐλθὼν καὶ τῶν εἰς αὐτὸν ἀμαρτηιμάτων λήθην μεθ´ ὅρκων ὑποσχόμενος ἕξειν, κατὰ ταῦ τυράννου συνίστανται καὶ συσχόντεσἵ αὐτὸν προσάγουσι βασιλεῖ· ὁ δὲ γηθομένῳ ποδὶ κατ´ αὐχένα πατήσας αὐτὸν χειρῶν ἄμφω καὶ ποδὼν στερηθῆναι κελεύει, ἐπὶ κοντοῦ τε ἀναρτᾶσθαι πρὸς τούτῳ . Ποινηλατούμενος δὲ ὁ δείλαιος οὕτως