Ancient Greek
528
Josephus Genesius, Βασιλεῖαι 528
Unproofread scanNot analysed yet
ἐσόα μέγα, «Ἐλέησόν με, ἀληθῶς βασιλεῦ, Ἐρομένου δὲ τοῦ βασιλέως αὐτὸν εἴ τινες εἶεν κρυφίως συνεγνωκότες τῆς ἀπονοίας αὐτῷ, τάχα ἂν πολλῶν κατεῖπε ψευδῶς τῶν βασιλικῶν φίλων· ἀλλ´ Ἰωάννης ἀνὴρ ἐπίκλησιν Ἐξαβούλλιος ἐν πατρικίοις τελῶν, τὸν τύραννον ἐπέσχενζεἰπεῖν, φήσας τῷ βασιλεῖ ὡς οὐ δέον κατὰ φίλων πιστεύειν ἐχθροῖς. Ἀλλ´ ὁ μὲν τύραννος οὕτως δυστυχῶς καταστρέφει τὸν βίον μηνὸς Ὀκτωβρίου μεσοῦντος ἤδη· εὐθὺς δὲ καὶ Ἀναστάσιον οἱ ἵ ἐκ Βύζης, ἐπειδὴ τὸν ἀποστάτην ἔμαθον ἀνῃρῆσθαι, πεδήσαντες χεῖρας καὶ πόδας πρὸς βασιλέα κομίζουσιν, ὅντινα δὴ τῇ αὐτῇ τοῦ ψευδωνύμου πατρὸς καταδικάζει ποινῇ. Ἐπεὶ δέ τινες τῶν τοῦ τυράννου τὴν καλουμένην Πάνιον κατασχόντες πόλιν, ἄρτι μὲν τούτου ἀπεφθορότος, εἰς τὸ πολεμεῖν βασιλεῖ διέγνοωσαν κα ταστῆναι, πρὸς ἣν ἐλθὼν ὁ βασιλεὺς Μιχαὴλ καὶ λόγους εἰρηνικοὺς προτεινόμενος οὐδαμῶς πείθει καταθέσθαι τὰ ὅπλα. γίνεται δή τι θεόθεν σημεῖον αὐτοῖς· σεισμὸς γὰρ σφοδρὸς τό τε τεῖχος κατέβαλε καὶ τοῖς τοῦ βασιλέως τὴν εἰς πόλιν δέδωκε πάροδον· ὃ τοῖς σεισμοσκόποις σημεῖον ἥττης, ὅθεν γεγένηται τοῦτο. Ἀλλὰ δὴ καὶ Ἡράκλεια ἡ πάλαι Πέρινθος καλουμένη, τὰ τοῦ τυράννου λίαν νοσοῦσα, πρὸς τὴν διὰ τῶν τοῦ βασιλέως λόγων θεραπείαν ἀντέσχεν· ὅθεν δὴ τῆς ἐκ τοῦ θαλαττίου μέρους τοῦ τείχους ἐπιδρομῆς τῶν βασιλικῶν πειραθαῖσα στρατιωτῶν ἁλίσκεται τε καὶ τῆς τυραννικῆς ἀπαλλάττεται νόσου ἀναιμωτὶ καθάπαξ ὑπὸ των ἐναντίων ληφθεῖσα. Ἐντεῦθεν δὴ βασιλεὺς πάντα κατήκοα λαβὼν ἑαυτοῦ πρὸς τὴν βασιλίδα πόλιν ἂστονοστεῖ, καὶ ἱππικὴν ἐπιτελέσας ἀιίλλησιν οὐδὲν ἀνήκεστον τοῖς στασιώταις ποιεῖται, πλὴν τοῦ διὰ μέσης τῆς ἱπποδρομίας εἰς τὰ ὀπίσω δεδεμένους τὰς χεῖρας ἰέναι, καί τινας εὐθὺς φυγαδεῦσαι αὐτων. Καὶ οὕτω θριαμβεύει τὴν νίκην. Ἑπὶ χρόνου δὲ ἐν ᾧ ἀποστασία προβεβήκει ἡ Θωμᾶ, ἀδεῶς ἀπὸ Ἰσπανίας Ἀγαρηνοὶ ἐδψουν τὴν Ῥωμαῖτιδα γῆν σὺν δέκα περικαμπέσι ναυσί,, κατὰ δέ τινας κʹ, τρόπῳ τοιῷδε· Προσώχθισαν τῇ χώρᾳ αὐτῶν διὰ τὸ μὴ πιοτάτην ὑπάρχειν καὶ εὔφορον, καὶ πρὸς τὸν ἀρχηγὸν αὐτῶν εἶπον Ἀπόκαψιν. «Ἄρον ἡμᾶς τῶν ἐντεῦθεν καὶ ἀπάγαγε εἰς εὔγειον τόπον, καὶ εὐζωῶμεν ἐκεῖσε.» Ὦν τοῖς λόγοις παρακληθεὶς γενναίων ἀνδρῶν καὶ εὐόπλων στόλον εὐτρέπισεν, ἐξ ὧν πασῶν νήσων