Ancient Greek
532
Josephus Genesius, Βασιλεῖαι 532
Unproofread scanNot analysed yet
Ιἔᾳ Ἐπεβίω μὲν Μιχαὴλ τῇ βασιλείᾳ ἔτη ηʹ πρὸς ἐννέα μησὶν, ἀπεβίω δὲ τῷ δυσουρίας νοσήματι ἐμπεσών ἐκ νεφρίτιδος ἐπιθέσεως. ΗΕΣΗΜ ἰΙΒ. ΙΙΙ ΟΕ ΤΗΕΟΦΗΙΙΟ ΜΙΩΗΑΕΓΙΘ ΕΙΟ δὲ Θεόφιλος τὴν πατρῴαν ἀρχὴν κληρωσάμενος ἐν ἔτει ϛτλη´, ἰνδικτιῶνος ηʹ, ποιεῖται κατὰ καγναύραν σελλέντιον, πάντας ἐκεῖσε χωρεῖν ὁμοθυμαδὸν προτρεψάμενος, καὶ στὰς εἰς μέσον ἐδημηγόρησεν · «Ἐπειδὴ ὁ ἐμὸς πατὴρ καὶ ὑμῶν βασιλεὺς, ὧἱερὰ σύγκλητος, ὅρκοις με διεβεβαιώκει φρικτοῖς ἀποιχόμενος, τοῖς συνηγωνισμένοις αὐτῷ εἰς τὸ κατὰ Λέοντος νεανίευμα τῆς ἀγωνίας παρασχεῖν ἄξια, οὐ μεθήσειν τῆς ἐντολῆς οὐδαμῶς προτεθύμημαι.» Τούτων παῤῥησιασαμένων τῷ βασιλεῖ καὶ τῇ παρεστώσῃ συγκλήτῳ, διαῤῥήδην αὐτὸς ἐγκελεύεται τῷ ἐπάρχῳ, «Ὅπερ ὁ νόμος θεαπίζει ἐπὶ τοῖς ἀνθρωπίνου φόνου μὴ εὐλαβουμένοις, τοῦτο δρᾷν διανάστηθι, ἄλλως τε πρὸς αὐτὸν βασιλέα, ᾧ χρῆσις παρὰ Θεοῦ τῆς βασιλείας ἐπιβραβεύεται.» Καὶ τὸ θεσπισθὲν ἑτοίμως ἐξείργασται. Ἐγκρατὴς δὲ τῶν σκήπτρων Θεόφιλος γεγονὼς ὅλως αὐτὸς κατ´ Ἀγαρηνῶν ἐκστρατεύειν ἐπείγεται, πολυανδρίᾳ θαῤῥῶν καὶ ἀριστέων ἀνδρῶν