Ancient Greek
533
Josephus Genesius, Βασιλεῖαι 533
Unproofread scanNot analysed yet
ἐπισυλλογῇ. Καὶ γὰρ εἶχε μεθ´ ἑαυτοῦ καὶ Μανουὴλ τὸν γεννάδαν· τῶν Ἀρμενίων, οὗ κλέος τῆς ἀνδρείας κατὰ πᾶσαν Συρίαν καὶ Ῥωμαῖκὴν ἐπικράτειαν, πολλῷ δὲ μεῖζον καὶ εὐσεβείας, καθ´ ἃ ἡ τῶν πραγμάτων παραδηλώσει ἀλήθεια, σὺν αὐτῷ καὶ τὸν ἐκ Περσίδος Θεόφοβον, ἄνδρα θεοσεβῆ καὶ πολλῆς ἐχόμενον ἀῤῥενωποῦ καὶ παλαιᾶς λογιότητος, ὡς πάλαι Μωυσῆς Ἰησοῦν τοῦ Ναυὴ· καὶ Χάλεβ τοὺς γενναιόφρονας, καὶ τούτοις τῇ καθ´ ἡμᾶς εὐσεβείᾳ οὐ θεοφιλῶς ἐπεκέχρητο· δι´ ὧνποτὲ μὲν τῶν ἐξ Ἄγαρ κατίσχυε, ποτὲ δὲ τῶν δυστυχημάτων ἀντείχετο, ἀφράστοις Θεοῦ προμηθεύσεσι τοῦ πάντα σοφῶς διιθύνοντος. Ὅθεν τῶν Ἀγαρηνῶν ποτε περιγεγονότων τοῦ βασιλέως, ἐπείπερ νίκη Θεοῦ ἐν γούνασι κεῖται, καθάπερ ὁ ποιητὴς ἀπεφήνατο, μόλις παρ´ αὐτῶν διασέσωστο, εἰ καὶ πολλῶν τῶν Περσῶν διά γε τὰς ἥττας τοῖς Ἀγαρηνοῖς προσετίθεντο, κἂν ἐπαλινόστουν τῷ ἄνακτι, αὐτὸς ὁπηνίκα πρὸς ἀντιπάλους ἐξήει, οὐχ ἤκιστα τῷ στέργειν αὐτοὺς τὸν Θεόφοβον Τοιαύτη δὲ ἡ κατὰ τοῦτον ἀπὸ διαφόρων κατὰ διαδοχὴν διάφορος κατά τι πάντως ἀπομνημόνευσις, ὡς τοῖς ἱστοροῦσι πρὸς ἀκριβολογίαν ἐξείθιστο. Ἐπειδὴ τὰ ἐγκόσμια πάντως κατὰ ῥοὴν καὶ ἀποῤῥοὴν καθεστήκεσαν, καὶ διαφθοραὶ φύλων αἱἰτίαις τισὶ κατὰ διασπορὰς παρυφίστανται, ὅθεν καὶ τοῦ Πες σικοῦ ἔθνους, πάλαι μὲν τὸν σκηνίτην βίον περιπεποιημένου καὶ δέρεσι· κατὰ περιστολὴν τὴν ἀπορίαν ἢ τὸ γενναῖον ἐπιδεικνυμένου, ἔτι δὲ ταῖς ἀνδραγαθίαις πολλῶν ἐθνῶν κυριεύσαντος, καὶ εἰς παροινίαν ἐξ εὐτυχίας ἀρθέντος, καὶ μετὰ τοῦτο τὰ μέγιστα δυστυχήσαντος καὶ διανεμηθέντος, οἷα τοῖς Ἰουδαίοις καὶ ἐτέροις συμβέβηκεν ἔθνεσιν. Ἐξεῖθ. στο δὲ τοῖς Πέρσαις τοὺς ἑαυτῶν βασιλέας ἐκ ἱας. λείου φυλῆς ὑπέχειν ἀνάῤῥησιν· ἀλλὰ πολέμοις εν ἐπαλλήλοις καὶ ταῖς τῶν ἐξ ὁμογενῶν ἄλλαις ἐπανωγαῖς κατὰ τὴν πατρίδα παντελῶς τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης, ἐν ἀμηχανίᾳ τε περὶ τούτου διατιθεμένων καὶ δι´ ἐρεύνης ἐμμεριμνώντων, παρά τινος ἐδηλοποιήθη αὐτοῖς τῶν ποτε ὑπηρετησαμένων τινὶ τῶν κατὰ βασιλικοῦ