Ancient Greek
534
Josephus Genesius, Βασιλεῖαι 534
Unproofread scanNot analysed yet
γένους συνάφειαν πολλαχῶς εἰς πρεσβείαν ἡκόντων Κωνσταντίνου τῇ πόλει, ἐκεῖσέ γε τὸν εἰς ζήτησιν εὐρηκέναι, εἰ καὶ μὴ ἐκ νομίμων γάμων, ἀλλ´ ὅμως γεννηθέντα τοῦ πρέσβεως. Ὅθεν παρεισδύντων αὐτῇ τῶν περὶ τούτου διατεταγμένων κρύφα καταστοχάσασθαι, καὶ ἀναγνωρισάντων τὸν νεανίαν υγκατῴκει γὰρ τῇ τεκούσῃ ἐν ταῖς κατὰ τὴν Ὀξεῖαν διατριβαῖς, αἷ τοῦ Βοοσπόρου καὶ τοῦ Κέρως Βύζης θυγατρὸς Βύζαντος ἀντικρὺ τούτου καὶ ἄνωθεν καθεστήκασιν), οὐκ ἐκ τῶν ἐκτὸς μόνον κατὰ συμβεβηκὸς εἰκασμάτων, ἀλλὰ μὴν καὶ ἐξ αὐτῶν τῶν ἐπουσιωδῶν ἰνδαλμάτων καὶ φρενῶν καὶ ψυχῆς ἕξεώς τε καὶ καταστάσεως, τὸ κατ´ εὐγένειαν βασιλικόν τε καὶ εὐπρεπὲς συνῳδὰ παρ- «στώντων, καὶ τῆς κατὰ γειτονίαν ἐπιμαρτυρούσης τὸ ἀληθὲς ὁμιλίας, ἐπειδὴ τὰ κατ´ αὐτὸν εὐθέως καὶ μέχρι τῶν δεσποτικῶν ἀκοῶν ἐληλύθει, εὐδόκησάν τε χάριν τῆς τοιαύτης γε σκήψεως [καὶ ὑποτετάχθαι αὐτοὺς] τοῖς Ῥωμαίοις ἐπικηρυκεύεσθαι Κθνος τὸ Περσικὸν ἀναγκαίως, καὶ ὑποτετάχθαι αὐτοῖς εἰς σπονδὰς ἦκον εἰρηνικῆς τελειότητος. ὧνπερ ἠκουτισμένων τοῖς ἐν Περσίδι ἔκ τε τῶν εἰς ἀποστολὴν προσηκόντων καὶ τῶν διὰ τὸν Θεόφοβον δῆθεν βασιλεῖ γε συναξιούντων, ἀσπαστὸν ἐλο γίσαντο τῆς οἰκείας χώρας ἀπαναστεῦσαι καὶ προσχωρήσειν τῇ Ῥωμαὶδι, ὅπως τοῦ κατὰ γένος ἀρχηγοῦ ἐπιτεύξοιντο, καὶ μάλιστα ὅτι καὶ ὁ Περσῶν ἀρχηγὸς Βάβεκ ἀποστάσει τῇ πρὸς τὸν Ἀμεραμνουνῆἐπὶ εʹ ἔτεσι κεκορύφωτο, ὧν ἀναμεταξὺ μέγιστοι πόλεμοι συμβεβηκότες καὶ ἡττηθεὶς ὁ Βάβεκ εἰσῄει ἐν χιλιάσιν ἐπτὰ πρὸς τὴν Ῥωμαῖκὴν ἐπικράτειαν, κατὰ πόλιν Σινώπην ἀνερευνῶν τὸν Θεοφόβου πατέρα, παρὰ Πέρσαις πάνυ τιμώμενον, Ῥωμαίων ὄντα τοῖς καταλόγοις· ὃν ὁ Βάβεκ κατειληφώς ἐγγύας τε παρὰ βασιλέως δεξάμενος τὸν ὑπ´ αὐτόν γε λαὸν καὶ ἑαυτὸν τῷ βασιλεῖ ὑπήκοον τέθεικεν. Ὁ δὲ βασιλεὺς Θεόφιλος τὸν μὲν εὐγενῆ νεανίαν Θεόφοβον καταγεραίρει πατρικιότητι καὶ τὴν ἑαυτοῦ ἀδελφὴν τούτῳ πρὸς γάμον ἐκδίδωσιν, τῷ τε Ῥωμαῖκῷ πολιτεύματι τοὺτ νΑΗΙΕ ΕΕΩΤΙΟΝΕΦ