Ancient Greek
536
Josephus Genesius, Βασιλεῖαι 536
Unproofread scanNot analysed yet
ἐδείκνυεν ἐπὶ δυσὶ καὶ ι´ καθ´ ἡλικίαν χρονίζοντα ἔτεσιν. Ὅνπερ κατ´ ὄψιν ἰόντα μετὰ καὶ τῶν αυνόντων αὐτοῖς κατειληφότες Περσῶν, ἐπείπερ αὐτὸν ἔκ τε τοῦ βασιλικοῦ ὁμοιώματος ἔκ τε τῆς καπὰ Κῦρον γρυπότητος συμβολαιωσάμενοι καὶ ἐξ ἄλλων τινῶν τῶν ἐφωμαρτηκότων αὐτῷ, τοῖς τούτου ποσὶ προσεκύνησαν καὶ ἀνῃρημένοι πρὸς θα σιλέα ἠγάγοντο. Ὅστις θεασάμενος αὐτὸν, καὶ τὴν τεκοῦσαν προσηκάμενος, πεπυσμένος τε, ὁ πρὸς γάμον Πέρσης οὐτῇ συνιὼν τίς ἄρα ὑπάρχοι καὶ πόθεν ἐκτέθραπτο, ταύτης παρεδηλοῦτο ὡς ἀπὸ Περσῶν εἴη τῆς γενεᾶς, εὐγενείας τε βασιλίδος ἐξέχεσθαι. Τούτοις κατ´ εὐθυμίαν ὁ αὐτοκράτωρ διατεθεὶς τὸν μὲν Θεόφοβον ἐν τοῖς βασιλείοις ἐσκήνωσεν ἀνατροφῆς τε προσηκούσης καὶ τῆς κατὰ μαθητείαν ἠξίου παιδεύσεως· ὁ δὲ φύσεως εὐκληρίᾳ, οὐχ ἥττον δὲ καὶ μεγαλοπρεπείᾳ συνδιαιτώμενος, εἰς ἄκρον ἧκεν ἐλλογίμου παιδεύσεως, ὡς ἐντεῦθεν καπὰ τῷ βασιλεῖ πλεῖστα στεργόμενος εὐμοιρῆσαι πατρικιότητα, δορυφορίας τε καὶ σεβασμιότητος περιδόξων Ω. ἀλλὰ μὴν καὶ τῆς κατὰ θεραπείαν πολυτελοῦς καὶ ἱκανωτάτης, ἐφάψασθαι. Διά τοι τοῦτο ὁ μὲν βασιλεὺς τοὺς Πέρσας ἐκ τούτου ὡς νεανικοὺς ἐν πολέμοις καὶ μεγαλόφρονας ἐπιστάμενος τοῖς στρατιωτικοῖς ἀναγράφεται κώδιξιν Ἵ, καὶ τούτοις Πεισικὸν σύλλογον ἐγκατέστησε, καὶ αὐτοὺς ταῖς Ῥωμαϊκαῖς στρατοπεδαρχίαις συνηριθμῆσθαι προσέταξεν. Οὗ κατὰ τῶν Ἰσμαηλιτῶν πολλαχῶς ἐφοδεύοντος, τοῦ Θεοφόβου αὐτῷ συμπαρόντος, ἐπὶ τοσοῦτον τῷ?ὴ πρὸς αὐτὸν πόθῳ τοὺς Πέρσας θαῤῥύνεσθαι καὶ θυμηδίᾳ διακεχύσθαι, ὡς μόνους τὸν?Ρ κατὰ τῶν Ἀγαρηνῶν ᾑρῆσθαι πόλεμον, τρέπειν τε τούτους ἐξ ἀηττήτου δυνάμεως· ἐφ´ οἷς μεγαλούυχήσας ὁ ἄναξ καὶ τῇ ἀληθείᾳ τῶν ἀποβάντων τεθαῤῥηκώς ἡγεμονεύειν ἐν Πέρσαις τὸν Θεόφοβον προτεθύμητο. Τοῦ οὖν βασιλέως κατά τινα πρόφασιν διεσπουδακυίᾳ ἀναγκαίως πρὸς τὴν βασιλεύουσαν ἀναλύσαντος, τῷ δὲ Θεοφόβῳ τὰ τῶν Περσῶν ἐγκεχειρικότος διαθέσθαι στρατηγικῶς τὰ στρατεύματα, εἶτα πρὸς τὴν βασιλίδα τοῦτον ἐπανιέναι κελεύσαντος, εἰς ἀτοπίαν οἱ Πέρσαι προκεχωρήκεσαν ἐκ στασιόφρονος διαθέσεως, καὶ μὴ Κκόντα περιστοιχίσαντες· ἐν μέρεσι παραλίοις τῆς Παφλαγονίας ἤτις ἀπὸ Παφλαγόνος υἱοῦ Φινέως