Ancient Greek
537
Josephus Genesius, Βασιλεῖαι 537
Unproofread scanNot analysed yet
τῆς τοιαύτης γῆς ἐγκρατήσαντος ἀγορεύεται ἐν κατασχέσει τε Σινώπης τῆς πόλεως ἢ κατά τινας Ἀμάστριδος γεγονότες βασιλέα κηρύττουσιν, ὡς ἐκ τούτου καὶ τὰ Περσῶν καινίζεσθαι ἔθιμα. Αὐτὸς δὲ δυσφόρως ἔχων πρὸς τὸ ἐγχείρημα, οἷα μὴ κατὰ γνώμην αὐτῷ πεπραγμένον· ,αἰτίαν αὐτοῖς προσέπλεκε τοῦ τολμήματος, δεινῶς ἀπολοφυρόμενος διὰ τοῦτο, κατεδυσώπει αὐτοῖς ἱκέτευέ τε καὶ ἐβιάζετο τὸ εὐμενὲς βασιλέως ἐξιλεοῦσθαι, καὶ ὥσπερ ἔχοι τὸ ἀληθὲς, μὴ αὐτῷ ἐπιγράφειν τοῦ τελεσθέντος αἰτίαν. Οἶ ταῦτα διηκουτισμένοι ἀπογνώσει τε συσχεθέντες οὐκ ἔλαττον καὶ μανιώδει φορᾷ συνειλούμενοι, οὐδαμῶς τῷ συμβουλεύματι πείθονται, καὶ κατὰ τὸ ἀρέσκον αὐτοῖς εὐτρεπίζονται. Τοῦ δὲ Θεοφόβου λαθραίως διαπεμψαμένου πρὸς βασιλέα, ἐγγράφοις τε καὶ ὅρκοις καὶ φρικωδεστάτοις ἐπισχυριζομένου ὡς οὐ τῷ τολμηθέντι πάντως αὐτὸς κατῃτίωτο, παρὰ δὲ τῆς τῶν Περσῶν εὐηθείας ἢ φιλευνοίας τοῦτο πεπρᾶχθαι. φιλανθρώπως ὁ βασιλεὺς εὐμενίζεται καὶ ἐπωμότοις αὐτῷ τε καὶ τοῖς σὺν αὐτῷ κατεγγυᾶται πιστώσεσιν ἄφεσιν· οἷς πεπληροφορημένοι καὶ τῶν ἐσφαλμένων προσδεξάμενοι λύτρωσιν τῆς Σινώπιδος πόλεως ἢ Ἀμάστριδος ἐξεδήμησαν Ὡν τὴν μὲν κλῆσιν ἐξειληφέναι Σινώπης ἀπό τινος τῶν Ἀμαζόνων, αὐτῆς δειμαμένης, τὴν δὲ τὸ πρὶν Κρῶνναν ὠνομασμένην ἔκ τινος Περσίδος Ἀμάστριδος θυγατρὸς Ὀξυάρτου ἀδελφοῦ Δαρείου, ἤτις συνοικήσασα Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ, ὑπ´ ἐκείνῳ οὗσαν τὴν πόλιν ἀπὸ τῆς συζύγου ὠνομακέναι. Καὶ ὁ μὲν Θεόφοβος τῷ βασιλεῖ αὖθις ἱλεωθεὶς ἐν σοῖς βασιλείοις κατῴκιστο καὶ τῆς πάλαι προσούσης αὐτῷ παρὰ βασιλεῖ φιλοστοργίας καὶ εὐπαθείας ἀπέλαυεν. Περσῶν δὲ πληθὺν, διὰ τὸ προῖέναι μέχρι μυριάδων γʹ. οὐ ταύτην ἐλευθεριάζειν συμφέρον εἶ αι ἐ καὶ ἐπ´ ἀδείας διάγειν τῷ βασιλεῖ κατεφαίνετο · ἐντεῦθεν τοῖς Ῥωμαϊκοῖς θέμασι νιλιάσιν ἐπὶ δυσὶ Περσικὸς ἀριθμὸς ἀπεστέλλετο ὑπὸ χεῖρα τελεῖν