Ancient Greek
538
Josephus Genesius, Βασιλεῖαι 538
Unproofread scanNot analysed yet
πῶν κατὰ στρατηγεσίαν καιροῖσὴ τεταγμένων, ἐφ´ ὧν καὶ τουρμάρχαι τούτων ἐπιστατεῖν διωρίζοντο. Ἀμέλει καὶ ἕως τῶν ἐνταυθοῖ χρόνων τὴν προσηγορίαν Περσῶν αἱ τῶν θεμάτων τοῦρμαι κεκλήρωνται, ἐφ´ οἷς διεσπάρησαν. Τοιούτου δὴ πέρατος τὰ τῶν Περσῶν ὅλως τετύχηκε μετὰ τὴν στασιῶτιν κακόνοιαν οὔτω διανεμηθέντων καὶ σχεδὸν εἰς ἀφανισμὸν χωρησάντων. Τοῦ οὖν βασιλέως θανατηφόρῳ νόσῳ περιπεσόντος ὑπεσμύχετό τις σκοπὸς, ἐκ ματαίας διαβολῆς χαιρεκάκων, μετὰ τὴν τελευτὴν αὐτοῦ ἐπιθέσεως παρὰ Θεοφόβου σὺν ἅμα Πέρσαις κατά τῶν αὐτοῦ κληρονόμων καὶ τῶν κατ´ ἐπιτροπείαν ἐκριπισθῆναι. Ἀιὲ τοῦτο καὶ πρὸς ταῖς ἐσχάταις ἤδη πύλαις τοῦ θανάτου παρεστηκὼς καθειργνύει κευθμῶσιν ἐκπέμψας τοῦ Βουκολέοντος τὸν Θεόφοβον, καὶ νυκτὶ τὴν διὰ κεφαλικῆς τιμωρίας περιτίθησιν αὐτῷ ὑπεξέλευσιν, ἆθλον ἀπανθρωπίας ἐντάφιον ὁ δείλαιος ἐνστησάμενος. Διὰ τὸ οὖν λαθραίαν γεγονέναι τὴν αὐτοῦ τελευτὴν διαβεβόηται παρὰ Πέρσαις ἄχρι τῶν ὧδε χρόνων θανάτου μὴ γεύσασθαι τὸν Θεόφοβον. Εἰ καὶ ἄλλως τινές διειλήφασιν, ὅτι τοῦ Θεοφίλου κατὰ τινα περιπέτειαν δυστυχήσαντος ἐν πολέμῳ εἰρήκει αὑτὸν ὁ Θεόφοβος συνθέσθαι μόνον μετὰ Περσῶν νυκτοπόλεμον καὶ συμμαχίᾳ. Θεοῦ τῶν ἐχθρῶν καταδυναστεῦσαι. Ὡς οὖν ἐπέπυστο περὶ τούτου ὁ βασιλεὺς, ἐσείσθη τὸν λογισμὸν καὶ τῷ πνεύματι ἐτετάρακτο, ὀνειροπολῶν μή τι νεωτερίσασθαι βούλοιτο· οὕτω γὰρ αὐτὸν φιλοβάσκανοί τινες ἀνεχαίτισαν καὶ πρὸς ὑπόνοιαν ἄλογον ἐξεκύλισαν φάσκοντες μὴ πεισθῆναι τῷ Θεοφόβῳ ἐφ´ ὧν λυσιτελῶς ἐβεβούλητο, καθοσιώσει δῆθεν ἐνείρον. τες. Ὃς ζήλῳ θείῳ πυρποληθεὶς καθὼς Ἡλιοὺ ὁ Θεσβίτης, θεοφιλῶς τοῦ βασιλέως κατειβοιθεύσται. καὶ ἄλλος Φινεὲς ζηλωτὴς ἀναδείκνυται, τέμνων ὡς σειρομάστῃ τῷ λόγῳ τὴν αὐτοῦ ἄδικον ὑπόληψιν, καὶ τοῦτό φησιν ἐμφανῶς, ὡς τὴν ὀφειλὴν ὑφέξει τοῦ Χριστιανικοῦ τροπαίου, ἣν μὴ Θεὸς συγχωρήσειεν, ἐπὶ τούτοις τοῦ βασιλέως ἀμετρίᾳ θυμοῦ χαλεπήναντοσἦν γὰρὶ ὑποκεκινημένος ὁργίλῃ τῇ ζέσει, οἷα τὸν νοῦν ταῖς σωματικαῖς καχεξίαις ἐμπαθαινόμενος), καὶ τῶν συκοφαντῶν ἐε ἐς τὸ ἀληθὲς ἐποικοδομούντων παρὰ φύσιν ληρήματα