Ancient Greek
552
Josephus Genesius, Βασιλεῖαι 552
Unproofread scanNot analysed yet
ἀμνημονήσαντες εἰς ἐτέραν διαγωγὴν ἐκτραπείημεν» Ταῦτα εἰπούσης κατηπείλησε σωφρόνως ὁ Μανουὴλ, ὡς «εἴπερ τῶν εἰκόνων μὴ φροντίσειας ἀναμορφῆς τε καὶ προσκυνήσεως, ἐτέρως τὰ τῆς εὐνοίας ἢ αὐτῆς τῆς βασιλείας, Θεοῦ εὐδοκοῦντος, διατεθήαεπὰι. »Τούτοις τῷ φαινομένῳ καταπεσοῦσα ἡ βασιλς, τῷ δὲ νοουμένῳ καὶ μάλα χαρεῖσα, τὸ δοκοῦν αὐτοῖς ἐπαφίησι καὶ σὺν αὐτοῖς διανίσταται καὶ τοὺς ὀρθοδόξους τοῖς τοῦ κανικλείου ἐνδιαιτήμασιν. ἀγείρεσθαι διεθεσμοθέτησεν, κἀκεῖσε πρὸς ἀλλήλους γυμνάζειν τὰ περὶ ὀρθοδοξίας προβλήματά τε καὶ δόγματα. Καὶ ταχέως μετὰ προσηκούσης τῆς διασκέψεως αἰ τε θεῖαι εἰκόνες ἀνεμορφοῦντο καὶ τὰ τῆς Ἐκκλησίας πρὸς τὸ ὀρθοτομοῦν μετεκλίνετο, τῶν ἐν αὐτῇ ἱερέων, πρὸς δὲ καὶ ἀρχιερέων, τῶν μὲν μεταστοιχειουμένων τῆς δυσσεβείας, τῶν δὲ ἀνθεστηκότων τῷ εὐσεβεῖ δόγματι καὶ δικαίως ἐξωθουμένων, καὶ πρό γε πάντων Ἰαννοῦ τοῦ δυσσεβοῦς πατριάρχου τοῦ ἀρχιερατικοῦ θρόνου καθαιρουμένου. Τοιγαροῦν ἀποστέλλουσι πρὸς αὐτὸν ἄνδρας ἀξιολόγους τῶν ἐπὶ τῆς φυλακῆς βασιλέως, τοῦ πατριαρχείου καταγαγεῖν· οἷς οὐκ ἐνεδίδου πρὸς κάθοδον Ο δὲ καὶ βουλόμενοι τοῦτον καταβιβάσαι ὅμως οὐ σιίθουσι, παρ´ αὐτοῦ κακοτρόπιως μεταπεισθέντες τοῦτον τέως ἐᾶσαι· διὸ περί γε τούτου τοῖς ἀποστείλασιν ἀπαγγέλλουσι, καὶ κατ´ αὐτοῦ πλείονα τὴν ὁρμὴν διεξάπτουσιν. εἰσῄει οὖν πρὸς αὐτὸν ὁ πατρίκιος Βάρδας, πευσόμενος ὅτου χάριν τοῦ πατριαρχείου οὐκ ἀπανίσταται· καὶ τὴν ἀπολογίαν ἐμεθοδεύκει δεικνὺς τὴν ἑαυτοῦ γαστέρα δι ὀβελίσκων κατάστικτον αὐτῷ, ἐπειπὼν ὅτι παρὰ τῶν ἐκπεμφθέντων ὡς ἐθνικῶν ἐπεπόνθει τοιαύτην ἀναιτίως ποινὴν, «Δι´ ἧς χαλεπῶς ἄγαν ἔχων, εἰ οἷόν τε, τὸ παρὸν συγχωρηθείην τῆς καταβάσεως· ἐπεπόνθειν δὲ μάλιστα παρὰ Κωνσταντίνου τοῦ ἐξ Ἀρμενίων καὶ τῷ τῶν ἐξκουβίτων ἐμπρέποντος τάγματι.» Τοῦτον δέ φησιν, ὧ ἀκροαταὶ, ὁ βδελυ κτὸς καὶ παμβέθηλος, τὸν κεχρηματικότα ἀπάγονον Ἀρμενίων, ἐξ ἀρχηγῶν καὶ συναυταδέλφων σταλέντα πρὸς βασιλέα Θοόφιλον ἐπικηρυκεύσεως ὅμηρον, ὃς οὐ μετὰ μακρὸν χρόνον διά τε τὴν αὐτοῦ ψυχῆς τε καὶ σώματος εὐκοσμίαν καὶ τὴν ἄλλον πε-ὸ τὰ βέλτιστα φιλόκαλον πρόθεσιν δρουγγάριος τοῦ ἀριθμοῦ ἤτοι τῆς βασιλικῆς βίγλης καθίσταται ἐντεῦθεν πατρίκιός τε καὶ λογοθέτης τοῦ δρόμου