Ancient Greek
553
Josephus Genesius, Βασιλεῖαι 553
Unproofread scanNot analysed yet
γεραίρεται. Τοῦ οὖν δραματουργήματος κατὰ κακόφρονα γνώμην ἀπελεγχθέντος, εἰς θυμὸν μᾶλλον ἐξῆγεν τὸν ἐταστὴν ἔμφρονα, δι´ οὗ κατὰ τῆς ἐκκλησιαστικῆς ἐπικρατείας ἐνδίκως ἐκπέπτωκεν, τῷ κατηγορηθέντι μᾶλλον, κἂν μὴ ἐθέλων, δωρησάμενος ἀπαρέγγραπτον ἔπαινον. Καὶ εὐσεβὴς ἀντεισάγεται πατριάρχης Μεθόδιος, ἐν ἑαυτῷ πλεῖστα τὰ ὑπὲρ εὐσεβείας στίγματα κατὰ τὴν δι´ εἱοκτῆς σαπρώσης τῶν τριχῶν ψίλωσιν οἶά τινα γέρα προκομιζόμενος. Τούτῳ τὰς ἀρχιερατικὰς ἀγκύρας ἐπέδοσαν σὺν ἀποδοχῇ πάσῃ θεοφόρων ἁπάντων ἀνδρῶν, τῶν τε τῇ βασιλίδι περινοστοσντων κατὰ τῶν πανταχόθεν πρὸς ταύτην ἐληλυθότων. Καὶ γὰρ κατὰ διωρισμένην ἡμέραν τῆς αὐτῶν συνολειῖ σεως, καθ´ ἢν ἡ τοῦ Θεοῦ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν ἀμφεβάλλετο, κατίασιν ἐκ τοῦ περιμωνύμου ὄρους Ὀλύμπου Ἄθω τε κατὰ τῆς ης, ἀλλὰ μὴν κατὰ τοῦ κατὰ Κυμινᾶ συμπληρώματος, περιφανῶς τὴν ὀρθοδοξίαν κηρύσσοντες, βασιλικαῖς τε διαμοιβαῖς κατὰ σεβασμίοις αἰσίοις ἱκανωθέντες πρὸς τὰς ἱδίας σκηνὰς ὑπεχώρησαν· ὧν ἔκτοτε κατὰ μέχρι δεῦρο οἱ τῆς ὀρθοδοξίας λιμένες Χριστοῦ δυνάμει φρουρούμενοι διατηροῦσιν ἀχείμωνες. Ταῦτα μὲν ἐν πρώτοις Μιχαήλτε κατὰ Θεοδώρας τῶν εὐσεβῶν βασιλέων, τὰ κατορθώματα. Ὁδὲ Ἰαννῆς τινὶ μοναστηρίῳ ἐγκαθειρχθεὶς κατὰ ἐν μέρει τοῦ κατ´ ἐκεῖνο ναοῦ κατιδὼν τοῦ Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν σαρκικὸν χαρακτῆρα, οὐ μὴν ἀλλὰ κατὰ τῆς Θεομήτορος κατὰ τῶν στρατιαρχῶν, διωρίσατο τῷ ἑαυτοῦ ὑπηρέτῃ διανιόντι τῶν σεβασμίων εἰκόνων ἀνορύξαι τὰ ὄμματα, φάσκων ἀμηχανεῖν πρὸς ταῦτα τὴν ὁρατικὴν προτείνασθαι αἴσθησιν, εἰκονιστὴς ἐκ νεότητος ὁ τρισκατάρατος καθεστώς κατὰ μονῆς τῶν ἀθλοφόρων Σεργίου κατὰ Βάκχου τῆς βασιλεῦσιν ἀφωρισμένης προβάθμιος. Ὡς οὖν ἐπύθετο ταῦτα ἡ θεοσεβεστάτη δέσποινα Θεοδώρα, ζήλῳ τῆς πρὸς Χριστὸν ἀγαπήσεως διακαῶς ἐκεκίνητο, κατὰ τοὺς αὐτοῦ μισητοὺς ὀφθαλμοὺς ἐκμοχλεύειν προτεθύμητο, κἂν δεήσεσι παρά τινων ἐκεκώλυτο· ὅθεν τινὰς τῶν δορυφόρων ἐκπέμψασα