Ancient Greek
572
Josephus Genesius, Βασιλεῖαι 572
Unproofread scanNot analysed yet
δύο. Ὡς δὲ τουτους τεθέατο, ἠγάσθη τῆς ὄψεως, ἐπῄνεσε τὴν ἡλικιῶτιν, καὶ τῶν δύο πολλῷ πλέον ἐτεθαμβήκει Βασίλειον, καὶ διαφόροις βαθμοῖς καταλέγει καὶ πρὸς μείζονας εὐποιίας ἀῤῥαβωνίζεται. Οὓς γὰρ ὁ Θεὸς εἰς βασιλέας διέγνωκε, τούτους προώρισε καὶ τὰ πρὸς αὐτὴν πάντως προδιατίθησι σύμβολα. Οὓς ἡ βασίλισσα Θεοδώρα θεασαμένη τῶν μὲν δύο ἐμεμελήκει κατὰ μηδὲν, τοῦ δὲ ἐνὸς ἐν φροντίδι ὅλως καθίστατο, ἀπὸ βάθους ψυχῆς κεκραγυῖα, ὡς «Κιθε, ὠ τέκνον, τοῦτον σήμερον μὴ ἑωράκειν, ἄνδρα τοιοῦτον τῆς ἡμετέρας βασιλείας ὑπερτερήσοντα, καθὼς ὀ ἐμὸς ἐν λήξει μακάρων ἀνὴρ περιὼν ἀπεφοίβασεν.» Πρωτοστάτην οὖν αὐτοῦ τῶν ἱπποκόμων καθίστησι τὸν Βασίλειον, καὶ ἵππον αὐτῷ δυσήνιον ἐπιδίδωσι διοχήσασθαι, Ἀν ἐπεφιλήκει τὰ μάλιστα. Οὗτος αὐτοῦ ἐφαλλόμενος ὡς εἴ τις ἄλλου Βουκεφάλου Ἀλέξανδρος, ὡς Βελλεροφόντης Πηγάσῳ γενναίως ἱππάζεται, θάμβος λιπὼν ἀπάσαις ἐν ὄψεσιν εὐκατάπληκτον. Ἐντεῦθεν καὶ κρεῖττον αὐτῷ τῆς δεσποτικῆς ἀνάπης τὰ πρακτέα διηύξητο, ὡς καὶ τῇ τῶν πατρικίων εὐκλείᾳ συντόμως προσεμπελάσαι, γαμετῇ τε συναρμοσθῆναι κοσμιωτάτῃ τῶν εὐγενίδων ἐξ Ἵγγερος, υἱόν τε θετὸν ἐπὶ πᾶσι βασιλέως ῥνομασθῆναι, εἶτα μάγιστρον, καὶ παρὰ τῷ κοιτῶνι τῶν προσυπνούντων φυλάκων προτιμηθῆναι κατά τινας, καὶ μετὰ βραχὺ τὴν βασίλειον εὐδοξίαν κληρώσασθαι. Ὡς οὖν περί τινα χρόνον παρῆν ὁ ἄναξ τοῖς περὶ τὸν καλλίνικον Μάμαντα μάρτυρα βααιλείοις ἐπεφύη τούτῳ σκοπὸς κἂν γελοῖος, ὃν τῶν πρὸς αὐτὸν οὐ πᾶσιν ἐγνώρισεν. Ἐγκελεύεται δυσὶ τῶν οἰκείων, οἷς τὰ κατὰ ψυχὴν ἐπεθάῤῥει περὶ τοῦ προκειμένου γε δράματος, καὶ κατὰ τὴν βασιλίδα πόλιν περιχωρεῖ, πρὸς ἕω τε τὴν ῥητὴν ἑορτῆς διαγελῶσαν Πεντηκοστὴν ἡμέραν τινὶ κοιτώνων ἐγκλείσας Βασίλειον τοῖς σὺν αὐτῷ προστάττει ἐν νεύματι ἀπογυμνοῦν τοῦτον τὼ χεῖρέ τε διατεῖναι. Τούτου δὲ γινομένου κατὰ τὸ προσταχθὲν, ὁ Βασίλειος καταπλήττεται, ἀλλ´ ὅμως νεανικὸς ὢν