Ancient Greek
573
Josephus Genesius, Βασιλεῖαι 573
Unproofread scanNot analysed yet
τῆς ἐκπλήξεως ἀνακτᾶται, ἑαυτοῦ τε καὶ τοῦ ἱας λέως καθίσταται. καὶ μαστίζεται παρ´ αὐτοῦ διπλοῖς ἐν φραγελλίοις λʹ, μνήμην ἔχειν τοῦτον ἀνάγραπτον τῆς πρὸς αὐτὸν φιλοστόργου προθέσεως. Καὶ τῷ μεγίστῳ ναῷ ἐπελθὼν πρωΐας αὐτῆς στεφηφόρον ἄνακτα λαοῖς ἀναδείκνυσι, μηνὶ Μαΐῳ. κϛʹ, ἰνδικτιῶνι ἰδʹ, καὶ τῆς κατὰ δευτερείαν αὐτῷ βασιλείας τὰ πρόσφορα δίδωσιν. Ὦ καὶ πολὴ φίλτρον ἐπιδιδοὺς, καὶ τὰ ἴσα, πρὸς δὲ καὶ τὰ καθ´ ὑπεροχὴν ἐμπαρέχεται. Τοσοῦτον τὰ τῆς πληροφορίας ὁλικῶς διεξήπλωτο, καὶ φθόνος ἐκ τούτου δαψιλὴς παρὰ πολλῶν ἐξεκέχυτο, οἱ καὶ τὰ πρὸς διάλυσιν τῆς αὐτῶν ὁμονοούσης ἀγάπης ἐντεχνιτεύουσι, τρόπῳ παντὶ τὰ κατ´ αὐτῶν ἀλλήλων ἐκμηχανώμενοι, εἰρηναῖον οἰκον Κυρίου κλεῖσαι τῇ ἔριδι, ποτὲ μὲν λογίοις δολίοις, ποτὲ δὲ γραφαῖς δολοῦντες τὰς αὐτῶν φρένας κακόφρονες. Συμπείθουσι γὰρ ἐκ τούτων βιαίως τὸν Μιχαὴλ παρὰ Βασιλείου ἀναίρεσιν πείσεσθαι, ταυτὸ δὲ τοῦτο αὐτὸν ὑποστήσεσθαι παρὰ Μιχαὴλ ἐξ ἀστάτου φρονήματος, οἰνοφλυγίαν καλοῦντες καὶ ματαιόφρονα. Καὶ καθώς φασί τινες, βουλὴν ξσχεν ὁ Μιχαὴλ ἀναγκαίως ἀναιρήσειν Βασίλειον· μάλιστα δὲ κατὰ κυνηγέσιον σὺν αὐτῷ ἐξελθόντα ἐπαφεῖναι λόγχην τινὶ διετάξατο. Ὡς Εʹ ἕτεροι, οὐχ οὔτως, ἀλλὰ τὰ πρὸς αὐτὸν εὐνοῖκῶς διακεῖσθαι, κἂν παρά τινων ἐσεσάλευτο. Ὅθεν αἱ τὰ συνοίσοντα φρονοῦντες τῷ Βασιλείῳ πρὸς φόνον ἐκίνουν τοῦ αὐτοκράτορος· ὡς δ´ οὐκ ἔπειθον τῆς πρὸς αὐτὸν εὐνοίας μηδ´ ὅλως ἐκτετραμμένον ἢ καὶ πρὸς μιαιφονίαν ἰλιγγιῶντα, αὐτόχειρες γίνονται τῆς σφαγῆς ,ἵνα μὴ σὺν αὐτῷ διαπἄλοιντο. Τοῦ δὲ μιαιφονήματος τῆς οἰκείας εὐχοηστίας ἀντεχόμενος, καὶ τὴν βασιλείαν ὡς ᾔδει θεόθεν δοθεῖσαν αὐτῷ, καὶ οὐχ ὡς τὸ πρότερον, τὰς πρὸς Θεὸν εὐχαριστίας ἀποδιδοὺς προσεγκαινίζει πῶν Ἀρχιστρατήγων τῶν ἀὺλων ταγμάτων ναὸν καινουργήσας, μεγέθει τε καὶ κάλλει καὶ πολυτελείᾳ τῶν συντεθέντων λίαν ὡραῖον καὶ ἀξιάγαστον· οὗ τελεσιουργηθέντος σὺν πόθῳ καὶ πίστει τοῦ αὐτοκράτορος, καὶ τῶν ἐν αὐτῷ ἱερῶς ἀφορισθέντων συντελεσμάτων, πνευματικῆς τε θυμηδίας συναθροισθείσης, ἐν ταύτῃ τὸ αὐτοκρατορικὸν στέμμα χειρῶν