Ancient Greek
574
Josephus Genesius, Βασιλεῖαι 574
Unproofread scanNot analysed yet
ἀρχιερέων ἐκδέχεται, ἄλλην ἀρχὴν καθιστῶν ἑαυτῷ βασιλείας ἣν συμμαχίᾳ τῶν ἀρχαγγέλων κεκλήρωτο, υἱέσι τε τρισὶν ἑαυτοῦ, Κωνσταντίνῳ Λοντι καὶ Ἀλεξάνδρῳ, τὴν ὁμοίαν στεφοδοξίαν μετὰ καὶ τῆς βασιλικῆς ἐντίθησιν, τὸν δὲ Στέφανον ἱερώσας τῷ πατριαρχικῷ θρόνῳ πρὸς τὸ μέλλον ἀφώρισεν. Καὶ περὶ μὲν τὸν πρῶτον μετά τινα χρόνον διηλλαχότα τὸν βίον δυστυχεῖ παρ´ ἐλπίδα· τούτῳ γὰρ μᾶλλον προσετετήκει τῶν ἄλλων θαῤῥῶν κατὰ τὴν τῆς βασιλείας διαδοχὴν, κἂν τοῦ ἐφετοῦ οὐκ εὐστόχησεν. Λέοντι γὰρ τῷ περιωνύμῳ καὶ πανευκλεεῖ βασιλεῖ τὸ τῆς βασιλείας συνετετήρητο μόνιμον, τῷ μετ´ αὐτὸνὃ ὁμαίμονι Ἀλεξάνδρῳ διαδόχῳ γενησομένῳ κατὰ πατρικὴν θεσμοθέτησιν Φθείρουσι δὲ κἀν τούτῳ τὰ φυσικὰ σπλάγχνα οἱ πονηροὶ, τῆς πατρῴου φιλοστοργίας κατά τι παραθραυσθείσης ἐπὶ τῷ Λέοντι μικρὸν ὅσον. Καὶ τὰ τῆς πονηρίας νεῦρα διακοπέντα, ἐπείπερ αὐτῇ οὐδὲν τῶνἰσχυρῶν παρυφίσταται, καὶ οἱ συκοφάνται κακῶς ἀπελήλανται, καὶ Λέων τῆς βασιλείας ἐγκάτοχος γίνεται καὶ τὰ πατρόθεν διωρισμένα ἀπο πληροῖ καλοκὰγαθίᾳκαὶ ἀγχινοίᾳ νευρούμενος. Ἀλλὰ ταῦτα μὲν βστερον μετὰ τὴν τελευτὴν τοῦ γεννήτορος. Ἐπεὶ δὲ διὰ μέσου χρόνου τινὸς τὰ τῶν πολέμων ἔργα κατωλιγώρουν ὃι, οἷάπερ σκανδάλων παρεμπεσόντων τῷ πολιτεύματι ὧν προμεμνήμεθα, δι´ ὧν ἡ Ἰσμαηλῖτις ὀφρὺς ἐκορύσσετο καὶ μεγίστην ἐπεποίητο τὴν ἐπίθεσιν, ὥστε μέχρι τῶν Μαλαγηνῶν ἐλάσαι στρατὸν κἀκεῖθεν τὴν βασιλέως ἱππότιν συναγωγὴν ἀνιμήσασθαι, εἰς ἑαυτων μὲν στρατηγίαν ἀείμνηστον, ἡμῶν δὲ καταστρατηγίαν σιωπῆς ἄξιον. Ὡς δὲ περὶ τούτων τῷ θεοστεφεῖ Κνακτι διέγνωστο, διοκλάζειν αὐτῷ οὐ παρῆν ἐπὶ τηλικούτῳ τῷ ἀτοπήματι, ἀλλὰ σπουδαίως ἐπαναι. ρεῖσθαι ὄντως ἐκδίκησιν τῶν οὕτως ἐνηνεγμένων. Ἀνδρέαν γάρ τινα στοχασάμενος, ἄνδρα πολύφρονα καὶ πολυπειρίας μεταδιώκοντα, οὐχ ἦττον δὲ καὶ ἀνδρείας, κἂν ἐπεκέκρυπτο, καθὼς ἡ τῶν πραγμάτων ἀλήθεια παρεδήλωσενὧτος Σκυθῶν ἑσπερίων ἐξώρμητο (]]ὑποστράτηγον τοῦτον τοῦ κατὰ τὸ Ὀψίκιον προτίθησι θέματος. Ὅς τὸν ὑπ´ αὐτὸν στρατὸν στρατηγικῶς διαθεὶς καὶ τοῖς πολεμίοις παρεμβαλὼν μεγίστην ἀπηνέγκατο νίκην καὶ καταβεβλήκει τέως τὴν τούτων ἀλαζονείαν, καὶ διὰ τοῦτο καὶ ταῖς συχναῖς αὐτοῦ εὐανδρείαις μετά γε πατρικιότητα τῆς τῶν σχολῶν εὐμοιρεῖ κυριότητος. Καὶ πολλῷ κρείττων κατὰ τῶν ἐχθρῶν Σιανίστα. . το καὶ κατ´ αὐτῶν ἄγαν ἠρίστευσεν, καὶ μετὰ τοῦτο ἐπείληπτο μαγιστρότητος οὐ μετὰ πολλοῦ χρόΚαὶ