Ancient Greek
580
Josephus Genesius, Βασιλεῖαι 580
Unproofread scanNot analysed yet
«Προθυμεῖσθε, ὧ ἄνδρες ἀνθάαιλλοι. ἵαα τοῖς πολεμίοις, Θεοῦ συνεργοῦντος, προσβάλωμεν. «Πρὸς οὓς γενναιοφρόνως ἐξεῖπον· «Ναί. Καὶ διὰ τοῦτο ὅρκῳ μεγίστῳ τῆς βασιλικῆς κεφαλῆς περιδεσμοῦμεν ὑμᾶς, ὅπως συμπλακῶμεν αὐτοῖς. Ὁ γὰρ τόπος ν ᾧ ἐρηρείσμεθα, τῶν ὀχυρωτάτων· ἐξ οὖ εἴπερ τι κατ´ αὐτῶν γενναῖον καταπραξαίμεθα, τοῦτο ἡμῖν ἐστιν εἰς τρόπαιον· εἰ δὲ μὴ, κατ´ οὐδὲν παρ´ αὐτῶν πημανθείημεν.» Τότε δὴ, τότε οἱ δύο στρατηγέται διεῖλον ἄνδρας μέχρι ἕκτης ἑκατοντάδος, τοὺς δὲ λοιποὺς παρῆκαν ἐν ταῖς σκηναῖς τῶν ἀρχηγῶν αὐτῶν σὺν φλαμούλλοις, καὶ τούτοις διησφαλίσαντο ἐπειπόντες· «Ἡμεῖς μὲν τῷ φωσάτῳ παρεμπελάσομεν ἐπιτρέχοντες, καὶ ὅταν τὴν ἄφιξιν πρὸς ἡμᾶς Ὅ ἀπευθύνωσι, παρεμβαλοῦμεν αὐτοῖς· καὶ εἰ μὲν ὁρμήσουσι κατέναντι ἡμῶν, ἐξέλθετε ἄντικους καὶ μεγάλως κεκράξατε, πλείστου λαοῦ βοὴν ἐνσημαίνοντες, ὅπως ἐξ ταύτης εἰκάσειεν τὸν τῶν σχολῶν ἐξηγούμενον μετὰ τῶν θεμάτων ἐφεστηκέναι.» Τῇ οὖν ὑφηγήσει ταύτῃ κεκινηκότων τῶν στρατηγῶν καὶ παρεμπεπτωκότων ἀκ τοῦ σύνεγγυς τοῖς ἐχθροῖς πρὸ τοῦ τὴν ἡμέραν τρανῶς ἐπιλάμψαι τοῖς τῶν τυμπάνων κρούμασαν ἐπεκίνησαν. Ἀλλ´ οἱ μὲν αὐτῶν μετὰ τοῦ Χρυσόνειρος [. . .] ,οἱ δὲ τὰ φορτία τοῖς ὑποζυγίοις ἐκούφιζον. Τούτων οὕτως μεριζομένων οἱ στρατηγέται σὺν τοῖς ὑπ´ αὐτὸν ἄρχουσιν ἐπέθεντο κατ´ αὐτῶν, καὶ φωνῇ βριαρᾷ· Σταυρύς νενίκηκεν, οἷον πολεμικῶς ἐτυμπάνισαν. Οὗτοι δὲ τῇ ἀθρόᾳ προσβολῇ καταπτήξαντες ἀμεταστρεπτὶ τῆς φυγῆς εἴχοντο, μηδὲ ὁρᾷν καὶ πολυπραγμονεῖν ἀνεχόμενοι τίνες διῶκται τούτον ὑπάρχοιεν, ἀπὸ τοῦ Βαθυρύακος διωκόμενοι ἐπὶ μιλίοις λʹ ἕως τοῦ κατωνομασμένου Κωνσταντίνου βουνοῦ, χαλεπῶς συγκοπτόμενοι. Καὶ ὁ Χρυσόχειρ ὀλίγους τινὰς μεθ´ ἐαυτοῦ Εὲ προσλαβόμενος φυγαδείαν ἠσπάσατο. Ἐπιφθάνει ποίνονν αὐτὸν ὁ Πουλλάδης, ᾧ τοῦτο παρῆν ὄνομα περιβόητον, πῖλον ἐνδεδυμένος· προεκεκράτητο δὲ κατὰ Τεφρικὴν καὶ κατὰ χαριεντισμὸν τῷ Χρυσάχειρι προσῳκείωτο. Ὡς οὖν ἑωράκει τοῦτον, ἀπέγνω καὶ ἐκεκράγει διαπρυσίως· «Ὧδε οἱ στρατηγέται, ὧδε ὁ τῶν σχολῶν ἐξηγούμενος ἴτωʹ.» Ἄπεισιν ὁ Χρυσόχειρ, καὶ πρὸς τὸν Πουλλάδην ἐφώνησεν · «Ἄθλιε ὦ Πουλλάδη, τί σοι φαῦλον ἐνεδειξάμην; μᾶλλον μέντοιγε πλεῖστά σοι χρηστὰ εἰργασάμην. Ἄπελθε, καὶ μή μοι πρόσκομμα εἴης.» Ὁ δὲ ἀντέφη αὐτῷ· «Ἐγὼ γινώσκω, Χρυσόχειρ, ὅτι πλεῖστα καλά μοι πεποίηκας, καὶ εὐελπιστῶ