Ancient Greek
581
Josephus Genesius, Βασιλεῖαι 581
Unproofread scanNot analysed yet
τῷ Σωτῆρίμου Θεῷ κατ´ αὐτήν γε τὴν ἡμέραν ἀποδοῦναί σοι τὰ χαριστήρια.» Ἰππάζων δὲ ὁ Χρυσόχειρ εὐρίσκει τάφρον πρὸς τοῖς ἐνωπίοις αὐτοῦ, ἡν ὁ ἵππος αὐτοῦ ὑπερπηδᾶν, [. . .] τούτου διώκλαζιν. Ὅθεν ὁ μὲν Χρυσόχειρ τοῦ λοιποῦ ὁρᾷν τὸν Πουλλάδην οὐδ´ ὅλως ἐφρόντιζεν, ἐώρα δὲ μᾶλλον κατέναντι αὐτοῦ, ἵνα μὴ τῷ τῆς τάφρου περιπέσειεν πτώματι· καὶ λαθραίως αὐτὸν ὁ Πουλλάδης κατὰ τὴν μασχάλην τιτρώσκει κοντῷ · οὗ τῇ πληγῇ ταραχθέντος ὁ ἵππος παρέσφηλέ τε καὶ αὐτὸν ἀπεκρήμνισεν. Καταβὰς οὖν ὁ τῶν πρὸς θεραπείαν αὐτοῦ οἰκειότατος, ᾧ Διακονίτζης τὸ φημιζόμενονν Αέων ὀ ἀοίδιμος βασιλεὺς ἀλλοιωθέντα τὴν πρὸς τὸ κρεῖττον ἀλλοίωσιν ἐκ τῆς μυσαρᾶς θρησκείας τῶν Παυλιανιστῶν, προεχειρίσατο μηνσουράἐ τωρα ,ὅπερ φωνῇ Ῥωμαίων οὐτω προσαγορεύεται, καὶ τούτου τὴν κεφαλὴν βαστάξας ἠξίωσε κομιδῆς ταύτην ἐνθεὶς τοῖς αὐτοῦ γόνασιν· ὃν εὑρηκότες αἱ στρατηλάται κατέσχον καὶ διατεμόντες αὐτὴν σπουδαίως τῷ θεοστέπτῳ ἄνακτι Βασιλείῳ ς δῶρον ἀνέπεμψαν. Περὶ δὲ τὰς κοινωφελεῖς πράξεις τοιοῦτος ὑπῆρχε μεριμνηματικώτατος ὁ βασιλεὺς, μετά γε πλεί στων τῶν παρ´ αὐτοῦ διαπεπραγμένων, ὥστε κατὰ τὸν ἐνκρατείας καιρὸν ἐπὶ ἑβδομάσιν αὐτῆς ἁκαὸ τὴν συγκλητικὴν τῶν βασιλείων ἀπαναχώρησιν, εἰσίεσθαι τῷ σεκρέτῳ, ἔνθα αἱ εἰσιράξεις τῶν δημοαίων πεφορολόγηνται, κἀκεῖσε τὰς συμπιπτούσας ἀμφισβητήσεις πραγματικῶς διαλύεσθαι. Ἐν δὲ ταῖς κατὰ κυνηγεσίαν καὶ σφαιρισμὸν ἀχθοφορίαν τε καὶ πρὸς ἅλματα γενναιότησι πάνυ περιδέξιος ἦν ὁ ἄναξ Βασίλειος, ὥστε κατὰ κυνηγεσίαν μεν καθυπερτερεῖν τῶν Κενταύρων, κατὰ δὲ σφαιρισμὸν Ἀλκινόου τοῦ βασιλέως ὑπερβάλλειν τοὺς σφαιριστὰς, κατὰ πάλην Ἀρισταίου καὶ Αἰακοῦ ἀλκιμώτερος καὶ αὐτοῦ Ἡρακλέους ἐφάμιλλος, ὧπεραναβεβηκέναι δὲ τοῖς πηδήμασιν Ἀχιλλέως, κατά τε τὸ · φέρειν ἄχθη ῥᾳδίως χερεῖ πολλῷ διενηνοχέναι τοῦ Ἕκτορος, ὡς καὶ ἐπ´ αὐτῷ, καὶ δίχα τοῦ ἀγκυλομήτου Διὸς ἐν τῇ ἄρσει τὸ ἄχθα κουφίζοντος, τὸ ποιητικὸν ἔπος προσαρμοσθήσεται· ΚΤὸ δ´ οὔ κε δύ´ ἀνέρε δήμου ὀρίστω ῥηϊδίως ἐπ´ ἄμαξαν ἀπ´ οὔδεος ὀχλίσσειαν ΟΙρι νῦν βροτοὶ εἰς´· ὁ δέ μιν ῥέα πάλλε καὶ οἷος· κν δὲ τῷ δισκεύειν Ἀλιμήδου καὶ Ὀδυσσέως ὑπέρτερος, Ἐρεχθέως δὲ καὶ Κέλμητος καθ´ ἱππασίαν τεχνημονέστερος, Εὐρυμέδοντός τε καὶ Ἄλκμονος κατὰ πυγμαχίαν στεῤῥότερος, περί τε δρόμον Ἀριστομέδοντος Δικναίου τε καὶ Πριάσου ὠκύτερος καὶ ἐν τῷ τοξάζεσθαι Ὑμεναίου καὶ Ἀστερίου πολλῷ εὐστοχώτερος. Ἐξὡν ὀλίγιστα διαγράψομαι.