Ancient Greek
532.2
Josephus Rhacendyta, Synopsis Rhetorikes 532.2
Unproofread scanNot analysed yet
Παραγγέλημα ῥητορικόν ἐστι καὶ τὸ ὀνοματοθετεῖν, καὶ ἐκ μὲν ὀνομάτων ῥήματα, ἐκ δὲ ῥημάτων παραγεῖν ὀνόματα· ὅτε δηλονότι τὸ παραγόμενον σεμνότερον ἢ κομιφότερον μέλλει φαίνεσθαι τοῦ πρωτοτύπου· καθὼς εἴπé τις τὸ ἐξω τοῦ ὠχεανοῦ ἐξωκεανιζεσθαι, καὶ ἐκχεῖσθαι χροννὸν ἐκχροννίζεσθαι, καὶ τὸ ἀλλοιοῦσθαι τὸν χυμὸν μεταχυμιζεσθαι, καὶ πάλιν ἐκ τοῦ λείπω ἐπίλειπές καὶ διαλείπες, ἐκ τοῦ στέργω στέργηθρον, ἐκ τοῦ ἐπισπῶμαι ἐπίσπαστρον· τήρει γοῦν τὸ παραγγέλημα, καὶ μᾶλλον ἡνίκα ἡ παραγωγή μηδὲν ἐμφαίνῃ τραχύτερον καὶ ξενίζον, ὡς ἐνταῦθα τὸ στέργηθρον καὶ ἐπίσπαστρον. Παραγγέλλουσιν οἱ τεχνικοὶ καὶ οὕτω, ἀντὶ λόγου ποιεῖν ὄνομα καὶ ἀντὶ ὀνόματος λόγον· ἀντὶ λόγου ὄνομα τὸ· ἐξωκεανίζεται, ἀντὶ τοῦ ἐξω τοῦ ὠκεανοῦ γίνεται, καὶ πάντα τὰ μικρὸν ἄνω ῥηθέντα· ἀντὶ δὲ τοῦ ὀνόματος λόγον ἢ περίφρασιν, περὶ ἧς καὶ αὐτῆς φθάσαντες ἐδιδάξαμεν.