Ancient Greek
532.3
Josephus Rhacendyta, Synopsis Rhetorikes 532.3
Unproofread scanNot analysed yet
Σπουδάζεται καὶ τὸ ἀττικίζειν τοῖς ῥήτορσι. Τῶν οὖν Ἀττικῶν καὶ περιττολογία καὶ ἔλλειψις· περιττολογία μὲν ὡς τὸ λέγω λόγον, καὶ γράφω γραφήν, καὶ τρέχω δρόμον καὶ οἷς ὅτι καὶ ὅτι οὖνεκα καὶ αὐ πάλιν, καὶ ἔκων εἶναι· τὸ γὰρ εἶναι περισσὸν καὶ τὰ τοιαῦτα· ἔλλειψις δέ, ἐν Ἀἰδου κατέβη, ἐν μυσταγωγοῦ ὠρμησε, καὶ τὸ τρέχει τὸν περὶ ψυχῆς, κίνδυνον δηλονότι, καὶ τὸ θαυμάζω σε τῆς σοφίας, τὸ ἔνεκα, τὸ ἐξωθεν καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ ἔλλειψις τῶν προθέσεων, ὡς τὸ νύκτα καὶ ἡμέραν ἀναγινώσκω, ἡ γὰρ κατὰ πρόθεσιν ἐξωθεν, καὶ τῆς πατρίδος μετασχηρῶ, ἡ ἀπὸ ἐξωθεν, καὶ τὰ τοιαῦτα. Ἀττικὴ καὶ ἡ ἔλλειψις τοῦ ὑπαρχτικοῦ