Ancient Greek
13 to 16
JUBA MAURITANUS, Fragmenta 13-16
Not analysed yet
Διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ Μουσῶν; Ἦ ὅτι γράμματα τοὺς περὶ Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς Ἰόβας ἱστόρηκε; Καὶ τὸ πρᾶγμα σεμνὸν ἐνομίζετο, φίλους καὶ συγγενεῖς διδασκόντων· ὀψὲ δ ̓ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ πρῶτος ἀνέῳξε γραμματοδιδασκαλεῖον Σπόριος Καρβίλιος ἀπελεύθερος Καρβιλίου τοῦ πρώτου γαμετὴν ἐκβαλόντος. Διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς, αἴσιος; . . . Ἢ μᾶλλον, ὡς Ἰοβας φησὶ, τοῖς πρὸς τὰς ἀντολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίνεται τὸ βόρειον; ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον. Νομαντία, πόλις Ἰβηρίας. Ἰβηρίας. Ἰόβας ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἀρβάκη, πόλις ἐν Κελτιβηρίᾳ, ὡς Ἰόβας. Τὸ ἐθνικὸν Ἀρβακαῖος.