Ancient Greek
Dfhg-Source dfhg3_JUBA_MAURITANUS
JUBA MAURITANUS, Fragmenta 17
Not analysed yet
Ἀννίβαν δὲ Μάρκελλος, ὡς μὲν οἱ περὶ Πολύβιον λέγουσιν, οὐδ ̓ ἅπαξ ἐνίκησεν, ἀλλ ̓ ἀήττητος ὁ ἀνὴρ δοκεῖ διαγενέσθαι μέχρι Σκηπίωνος, ἡμεῖς δὲ Λιβίῳ, Καίσαρι, Νέπωτι καὶ τῶν Ἑλληνικῶν τῷ βασιλεῖ Ἰόβᾳ πιστεύομεν, ἥττας τινὰς καὶ τροπὰς ὑπὸ Μαρκέλλου τῶν σὺν Ἀννίβᾳ γενέσθαι· μεγάλην δ ̓ αὗται ῥοπὴν οὐδεμίαν ἐποίησαν, ἀλλ ̓ ἔοικε ψευδόπτωμά τι γενέσθαι περὶ τὸν Λίβυν ἐν ταῖς συμπλοκαῖς ἐκείναις.