Ancient Greek
69 to 76
JUBA MAURITANUS, Fragmenta 69-76
Not analysed yet
Ἰόβας δ ̓ ὁ βασιλεὺς Λιβύων ἐν λάρνακι ξυλίνῃ φησὶ δεῖν ποιεῖσθαι μελίσσας. Περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ, ὡς ἕτεροι, τὰς ἐν τῷ θησαυρῷ καὶ τῷ Ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ Περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς Περὶ γραφικῆς. Ὅτι μὲν ζωγράφος Παρράσιος, παντὶ δῆλον. Ἰόβας δὲ ἐν η' Περὶ ζωγράφων διεξέρχεται τὰ περὶ τὸν ἄνδρα, φησὶ δ ̓ αὐτὸν εἶναι υἱὸν καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος. Καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ἰόβας ἐν τετάρτῳ Θεατρικῆς ἱστορίας Σύρων εὕρημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα σαμβύκην. Cf. Hesychius: Σαμβύκη, οὐ μόνον τὸ μουσικὸν ὄργανον, οὗ μέμνηται Ἰόβας, ἀλλὰ καὶ πολιορκητικὸν, οὗ Βίτων. Ἰόβας μὲν γὰρ ἐν τῷ προειρημένῳ συγγράμματι Αἰγυπτίους φησὶ λέγειν τὸν μόναυλον Ὀσίριδις εἶναι εὕρημα, καθάπερ καὶ τὸν καλούμενον φώτιγγα πλαγίαυλον. Κλώπεια, ὄρχησίς τις, ὡς Ἰόβας ἐν τετάρτῳ Θεατρικῶν. Sopater Eclogarum librum undecimum collegit tum ex aliis operibus tum ἐκ τῆς Ἰόβα τοῦ βασιλέως Θεατρικῆς ἱστορίας ἑπτακαιδεκάτου λόγου. Βαρβαρικὸν καὶ Περσικὸν ὄρχημα ὄκλασμα καλεῖται, περὶ οὗ Ἰόβας μακρὸν πεποίηται λόγον ἐν τοῖς Περὶ τῆς θεατρικῆς ἱστορίας, ὥστε λελύσθαι τὴν Σελεύκου πρότασιν. Προτείνει γὰρ ἐν τῷ πρὸς Ζήνωνα προτατικῷ τὸ Περσικὸν ὄρχημα.