Ancient Greek
Dfhg-Source dfhg3_JUBA_MAURITANUS
JUBA MAURITANUS, Fragmenta 77
Not analysed yet
Τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς, καὶ, ἐγγηράσας τῇ Ἐφεσίων πόλει, ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκεν ἐν Ἀρτέμιδος. Μνημονεύει δ ̓ ὁ Ἰόβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου, ὃ νῦν, εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν, διασώζει τὴν τοῦ χρησαμένου προσηγορίαν. Ἦν δ ̓ ὁ Ἐπίγονος, φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος· μουσικώτατος δ ̓ ὢν, κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλε.