Ancient Greek
Dfhg-Source dfhg3_JUBA_MAURITANUS
JUBA MAURITANUS, Fragmenta 7
Not analysed yet
Δεύτερον (Νουμᾶς) δὲ τοῖς οὖσιν ἱερεῦσι Διὸς καὶ Ἄρεος τρίτον Ῥωμύλου προσκατέστησεν, ὃν Φλαμίνα Κυρινάλιον ὠνόμασεν, Ἐκάλουν δὲ καὶ τοὺς προγενεστέρους Φλαμίνας ἀπὸ τῶν περικρανίων πίλων, οὓς περὶ ταῖς κεφαλαῖς φοροῦσι, πιλαμένας τινὰς, ὡς ἱστοροῦσι, τῶν Ἑλληνικῶν ὀνομάτων τότε μᾶλλον ἢ νῦν τοῖς Λατίνοις ἀνακεκραμένων. Καὶ γὰρ ἃς ἐφόρουν οἱ βασιλεῖς λαίνας ὁ Ἰόβας χλαίνας φησὶν εἶναι καὶ τὸν ὑπηρετοῦντα τῷ ἱερεῖ τοῦ Διὸς ἀμφιθαλῆ παῖδα λέγεσθαι Κάμιλλον, ὡς καὶ τὸν Ἑρμῆν, οὕτως ἔνιοι τῶν Ἑλλήνων Κάμιλλον ἀπὸ τῆς διακονίας προσηγόρευον.