Ancient Greek
8 to 11
JUBA MAURITANUS, Fragmenta 8-11
Not analysed yet
Αὐτὰς δὲ τὰς πέλτας (τῶν Σαλίων) ἀγκύλια καλοῦσι διὰ τὸ σχῆμα. Κύκλος γὰρ οὐκ ἔστιν οὐδὲ ἀποδίδωσιν, ὡς πέλτη, τὴν περιφέρειαν, ἀλλ ̓ ἐκτομὴν ἔχει γραμμῆς ἑλικοειδοῦς, ἧς αἱ κεραῖαι καμπὰς ἔχουσαι καὶ συνεπιστρέφουσαι τῇ πυκνότητι πρὸς ἀλλήλας ἀγκύλον τὸ σχῆμα ποιοῦσιν· ἢ διὰ τὸν ἀγκῶνα, περὶ ὃν περιφέρονται. Ταῦτα γὰρ ὁ Ἰόβας εἴρηκε γλιχόμενος ἐξελληνίσαι τοὔνομα. Τὸν δὲ μῆνα τοῦτον (Φεβρουάριον) κληθῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας ἀπὸ τῶν κατουδαίων φόβων κατ ̓ ἀναίρεσιν τῶν δειμάτων, ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις. Διὰ τί τρεῖς τοῦ μηνὸς ἀρχὰς καὶ προθεσμίας ἔχουσιν, οὐ ταὐτὸ διάστημα τῶν ἡμερῶν μεταξὺ λαμβάνοντες; Πότερον, ὡς οἱ περὶ τὸν Ἰόβαν ἱστοροῦσιν, ὅτι ταῖς καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ ἄρχοντες, καὶ κατήγγελλον εἰς πέμπτην τὰς νόννας, εἰδοῦς δὲ ἡμέραν ἱερὰν ἐνόμιζον; Διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν; Ἢ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεισαν, ὡς Ἰόβας φησὶ, τοῖς τὰς αὑτῶν φρατρίας ἀγνοοῦσιν; Ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποὶ κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις, δι ̓ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν, ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν;