Ancient Greek
Dfhg-Source dfhg3_JUBA_MAURITANUS
JUBA MAURITANUS, Fragmenta 83
Not analysed yet
Ὀψοφάγος δ ̓ ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος τραγῳδὸς, Ἀθηνίωνος μὲν μαθητὴς, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς Περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο· Μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ἦθος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα. Ἤμην γάρ ποτ ̓ ἐγὼ Βάκχῳ φίλος, οὐδέ τιν ̓ ὧδε γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο. Νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.