Ancient Greek
Dfhg-Source dfhg3_JUBA_MAURITANUS
JUBA MAURITANUS, Fragmenta 84
Not analysed yet
Ζητητέον δὲ, εἰ καὶ ὁ τραπεζοκόμος ὁ αὐτός ἐστι τῷ τραπεζοποιῷ. Ἰόβας γὰρ ὁ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου, ᾧ ἐπιγραφὴ Πότος· Εἰς αὕριόν με δεῖ λαβεῖν αὐλητρίδα· τραπεζοποιὸν δημιουργὸν λήψομαι. Ἐπὶ τοῦτ ̓ ἀπέστειλ ̓ ἐξ ἀγροῦ μ ̓ ὁ δεσπότης. Ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας.