Ancient Greek
85 to 91
JUBA MAURITANUS, Fragmenta 85-91
Not analysed yet
Κάρτη, εἶδος ἱματίου· παρὰ Ἰὼβ (Ἰόβᾳ Scal.) ἐν πεντεκαιδεκάτῳ Περὶ ὁμοιοτήτων. Σκομβρίσαι, παρὰ Ἰόβᾳ ἐν β' Φθορᾶς λέξεως, παιδιᾶς ἀσελγοῦς εἶδος ἀποδίδοται καὶ κατὰ τὸ ἦτρον πλατεῖ τῷ ποδὶ πλήσσοντος ὡς ψόφον ἐργάσασθαι. Διόνυσος . . οἱ δὲ Δεύνυσον, ἐπειδὴ βασιλεὺς ἐγένετο Νύσσης· δεῦνον δὲ τὸν βασιλέα λέγουσιν οἱ Ἰνδοὶ, ὡς Ἰόβας. Βρίγες, οἱ μὲν Φρύγες· οἱ δὲ βάρβαροι· οἱ δὲ σολοικισταί· Ἰόβας δὲ ὑπὸ Λυδῶν φαίνεται (scr. Ἀποφαίνεται) Βρίγα λέγεσθαι τὸν ἐλεύθερον. Κυλικίας, ἰδιώτης, ἀπὸ τόπου. Ἰόβας. Τερέβινθος, πόλις. Ἰὼβ (Ἰόβας̣). Κάνωβος. Οὐδὲν εἰς βος λῆγον ὑπὲρ δύο συλλαβὰς τῷ ω παραλήγεται, ἀλλὰ μόνον ὁ κάνωβος· τὸ γὰρ παρὰ τοῦ Ἰώβᾳ (sic) κείμενον βαρβαρικὸν ὄνομα ναβωμὸς διὰ τοῦ μ γράφεται.