Ancient Greek
Ἰουλιανὸς Φιλίππῳ
Julian the Emperor, Epistulae 1-28
Not analysed yet
Ἐγὼ νὴ τοὺς θεοὺς ἔτι καῖσαρ ὢν ἐπέστειλά σοι, καὶ νομίζω πλέον ἢ ἅπαξ. ὥρμησα μέντοι πολλάκις, ἀλλ’ ἐκώλυσαν ἄλλοτε ἄλλαι προφάσεις, εἶτα ἡ γενομένη διὰ τὴν ἀνάρρησιν ἐμοί τε καὶ τῷ μακαρίτῃ Κωνσταντίῳ λυκοφιλία· παντάπασι γὰρ ἐφυλαττόμην ὑπὲρ τὰς Ἄλπεις ἐπιστεῖλαί τινι, μὴ πραγμάτων αὐτῷ χαλεπῶν αἴτιος γένωμαι. τεκμήριον δέ μοι ποιοῦ τῆς εὐνοίας τὸ μὴ γράφειν· οὐ γὰρ ἐθέλει πολλάκις ὁμολογεῖν ἡ γλῶττα τῇ διανοίᾳ. καὶ ἴσως ἔχει μέν τι πρὸς τὸ γαυριᾶν καὶ ἀλαζονεύεσθαι τοῖς ἰδιώταις ἡ τῶν βασιλικῶν ἐπιστολῶν ἐπίδειξις, ὅταν πρὸς τοὺς ἀσυνήθεις, ὥσπερ δακτύλιοί τινες ὑπὸ τῶν ἀπειροκάλων φερόμενοι, κομίζωνται. φιλία δὲ ἀληθινὴ γίνεται μάλιστα μὲν δι’ ὁμοιότητος, ἡ δευτέρα δέ, ὅταν τις ἀληθῶς, ἀλλὰ μὴ πλαστῶς θαυμάζῃ, καὶ παρὰ τοῦ τύχῃ καὶ συνέσει κρείττονος ὁ πρᾷος καὶ μέτριος καὶ σώφρων ἀγαπηθῇ. τὰ γραμματεῖα δὲ ταῦτα πολλοῦ τύφου καὶ πολλῆς φλυαρίας ἐστὶ μεστά, καὶ ἔγωγε πολλάκις ἐμαυτῷ μέμφομαι μακρότερα ποιούμενος αὐτὰ καὶ λαλίστερος ὤν, ἐξὸν Πυθαγόρειον διδάσκειν τὴν γλῶτταν.