Ancient Greek
Ἰουλιανὸς Φιλίππῳ
Julian the Emperor, Epistulae 2-10
Not analysed yet
Ὑπεδεξάμην μέντοι τὰ σύμβολα, φιάλην ἀργυρᾶν, ἕλκουσαν μίαν μνᾶν, καὶ χρυσοῦ νόμισμα. καλέσαι δέ σε πρὸς ἐμαυτόν, ὥσπερ ἐπέστειλας, ἐβουλόμην. ἤδη δὲ ἔαρ ὑποφαίνει καὶ τὰ δένδρα βλαστάνει, χελιδόνες δὲ ὅσον οὔπω προσδοκώμεναι τοὺς συστρατευομένους ἡμᾶς, ὅταν ἐπεισέλθωσιν, ἐξελαύνουσι τῶν οἰκιῶν, καί φασι δεῖν ὑπερορίους εἶναι. πορευσόμεθα δὲ δι’ ὑμῶν, ὥστε μοι βέλτιον ἂν ἐντύχοις, ἐθελόντων θεῶν, ἐν τοῖς σαυτοῦ. τοῦτο δὲ οἶμαι ταχέως ἔσεσθαι, πλὴν εἰ μή τι δαιμόνιον γένοιτο κώλυμα. καὶ τοῦτο δὲ αὐτὸ τοῖς θεοῖς εὐχόμεθα.