Ancient Greek
Εὐσταθίῳ φιλοσόφῳ
Julian the Emperor, Epistulae 1-39
Not analysed yet
Μὴ λίαν ᾖ κοινὸν τὸ προοίμιον Τὸν ἐσθλὸν ἄνδρα. τὰ δὲ ἐφεξῆς οἶσθα δήπουθεν. ἀλλὰ καὶ ἔχεις. οἶσθα μὲν γὰρ ἅτε λόγιος ὢν καὶ φιλόσοφος τὸ ἑπόμενον αὐτῷ, ἐμὲ δὲ ἔχεις φίλον, εἴπερ γοῦν ἄμφω ἐσθλοί ἐσμεν. ὑπὲρ γὰρ σοῦ τοῦτο κἂν διατειναίμην, ὅτι τοιοῦτος εἶ, περὶ δὲ ἐμαυτοῦ σιωπῶ· γένοιτο δὲ τοὺς ἄλλους αἰσθέσθαι καὶ ἐμοῦ τοιούτου. τί οὖν ὥσπερ ἄτοπόν τι λέξων κύκλῳ περίειμι δέον εἰπεῖν; ἧκε καὶ σπεῦδε καί, τὸ λεγόμενον, ἵπτασο. πορεύσει δέ σε θεὸς εὐμενὴς μετὰ τῆς Ἐνοδίας παρθένου, καὶ ὑπουργήσει δρόμος δημόσιος ὀχήματι βουλομένῳ χρήσασθαι, καὶ παρίπποις δυσίν.