Ancient Greek
Εὐσταθίῳ φιλοσόφῳ
Julian the Emperor, Epistulae 1-40
Not analysed yet
Χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν Ὅμηρος ὁ σοφὸς ἐνομοθέτησεν· ἡμῖν δὲ ὑπάρχει πρὸς ἀλλήλους ξενικῆς φιλίας ἀμείνων ἥ τε διὰ τῆς ἐνδεχομένης παιδείας καὶ τῆς περὶ τοὺς θεοὺς εὐσεβείας, ὥστ’ οὐκ ἄν μέ τις ἐγράψατο δικαίως ὡς τὸν Ὁμήρου παραβαίνοντα νόμον, εἰ καὶ ἐπὶ πλεῖόν σε μένειν παρ’ ἡμῖν ἠξίωσα. ἀλλὰ σοι τὸ σωμάτιον ἰδὼν ἐπιμελείας πλείονος δεόμενον ἐπέτρεψα βαδίζειν εἰς τὴν πατρίδα, καὶ ῥᾳστώνης ἐπεμελήθην τῆς πορείας. ὀχήματι γοῦν ἔξεστί σοι δημοσίῳ χρήσασθαι, πορεύοιεν δέ σε σὺν Ἀσκληπιῷ πάντες οἱ θεοί, καὶ πάλιν ἡμῖν συντυχεῖν δοῖεν.