Ancient Greek
Ἀλεξανδρεῦσιν
Julian the Emperor, Epistulae 1-43
Not analysed yet
Εἰ μέν τις τῶν Γαλιλαίων ἦν ὑμῶν οἰκιστής, οἳ τὸν ἑαυτῶν παραβάντες νόμον ἀπέτισαν ὁποίας ἦν εἰκὸς δίκας, ἑλόμενοι μὲν ζῆν παρανόμως, εἰσαγαγόντες δὲ κήρυγμα καινὸν καὶ διδασκαλίαν νεαράν, λόγον ἂν εἶχεν οὐδ’ ὣς Ἀθανάσιον ὑφ’ ὑμῶν ἐπιζητεῖσθαι· νυνὶ δὲ κτίστου μὲν ὄντος Ἀλεξάνδρου τῆς πόλεως, ὑπάρχοντος δὲ ὑμῖν πολιούχου θεοῦ τοῦ βασιλέως Σαράπιδος ἅμα τῇ παρέδρῳ κόρῃ καὶ τῇ βασιλίδι τῆς Αἰγύπτου πάσης Ἴσιδι τὴν ὑγιαίνουσαν οὐ ζηλοῦντες πόλιν· ἀλλὰ τὸ νοσοῦν μέρος ἐπιφημίζειν ἑαυτῷ τολμᾷ τὸ τῆς πόλεως ὄνομα.