Ancient Greek
Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου
Julian the Emperor, Epistulae 1-42
Not analysed yet
Εἰ καὶ τῶν ἄλλων ἕνεκα μὴ γράφεις ἡμῖν, ἀλλ’ ὑπέρ γε τοῦ θεοῖς ἐχθροῦ χρῆν σε γράφειν Ἀθανασίου, καὶ ταῦτα πρὸ πλείονος ἤδη χρόνου τὰ καλῶς ἡμῖν ἐγνωσμένα πεπυσμένον. ὄμνυμι δὲ τὸν μέγαν Σάραπιν, ὡς εἰ μὴ πρὸ τῶν Δεκεμβρίων Καλανδῶν ὁ θεοῖς ἐχθρὸς Ἀθανάσιος ἐξέλθοι ἐκείνης τῆς πόλεως, μᾶλλον δὲ καὶ πάσης τῆς Αἰγύπτου, τῇ ὑπακουούσῃ σοι τάξει προστιμήσομαι χρυσοῦ λίτρας ἑκατόν. οἶσθα δὲ ὅπως εἰμὶ βραδὺς μὲν εἰς τὸ καταγνῶναι, πολλῷ δὲ ἔτι βραδύτερος εἰς τὸ ἅπαξ καταγνοὺς ἀνεῖναι. καὶ τῇ αὑτοῦ χειρί· πάνυ με λυπεῖ τὸ καταφρονεῖσθαι. μὰ τοὺς θεοὺς πάντας οὐδὲν οὕτως ἂν ἴδοιμι, μᾶλλον δὲ ἀκούσαιμι ἡδέως παρὰ σοῦ πραχθέν, ὡς Ἀθανάσιον ἐξεληλαμένον τῶν τῆς Αἰγύπτου ὅρων, τὸν μιαρόν, ὃς ἐτόλμησεν Ἑλληνίδας ἐπ’ ἐμοῦ γυναῖκας τῶν ἐπισήμων βαπτίσαι. διωκέσθω.