Ancient Greek
Section 34
Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 34
Not analysed yet
ἔτι ἐπιμετρῆσαι βούλομαι τῆς Φοινίκων θεολογίας· εἰ δὲ μὴ μάτην, ὁ λόγος προϊὼν δείξει. οἱ τὴν Ἔμεσαν οἰκοῦντες, ἱερὸν ἐξ αἰῶνος Ἡλίου χωρίον, Μόνιμον αὐτῷ καὶ Ἄζιζον συγκαθιδρύουσιν. αἰνίττεσθαί φησιν Ἰάμβλιχος, παρ’ οὗ καὶ τἆλλα πάντα ἐκ πολλῶν μικρὰ ἐλάβομεν, ὡς ὁ Μόνιμος μὲν Ἑρμῆς εἴη, Ἄζιζος δὲ Ἄρης, Ἡλίου πάρεδροι, πολλὰ καὶ ἀγαθὰ τῷ περὶ γῆν ἐποχετεύοντες τόπῳ.