Ancient Greek
Section 35
Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 35
Not analysed yet
Τὰ μὲν οὖν περὶ τὸν οὐρανὸν ἔργα τοῦ θεοῦ τοιαῦτά ἐστι, καὶ διὰ τούτων ἐπιτελούμενα μέχρι τῶν τῆς γῆς προήκει τελευταίων ὅρων· ὅσα δὲ ὑπὸ τὴν Σελήνην ἐργάζεται, μακρὸν ἂν εἴη τὰ πάντα ἀπαριθμεῖσθαι. πλὴν ὡς ἐν κεφαλαίῳ καὶ ταῦτα ῥητέον. οἶδα μὲν οὖν ἔγωγε καὶ πρότερον μνημονεύσας, ὁπηνίκα ἠξίουν ἐκ τῶν φαινομένων τὰ ἀφανῆ περὶ τῆς τοῦ θεοῦ σκοπεῖν οὐσίας, ὁ λόγος δὲ ἀπαιτεῖ με καὶ νῦν ἐν τάξει περὶ αὐτῶν δηλῶσαι.